9
Οὐκ εἰμὶ ⸂ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;*ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NA28 ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP Ἰησοῦν WH Treg NA28 ] + Χριστὸν RP εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς ⸂μου τῆςμου τῆς WH Treg NA28 ] τῆς μου RP ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ⸂ἐστιν αὕτη§ἐστιν αὕτη WH Treg NA28 ] αὕτη ἐστιν RP. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν*πεῖν WH NA28 ] πιεῖν Treg RP μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν ⸀μὴμὴ WH Treg NA28 ] τοῦ μὴ RPἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸντὸν καρπὸν WH Treg NA28 ] ἐκ τοῦ καρποῦ RP αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς§τίς Holmes Tregmarg ] ἢ τίς WH Treg NA28 RPποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ*καὶ … ταῦτα οὐ WH Treg NA28 ] οὐχὶ καὶ … ταῦτα RP λέγει; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσειςκημώσεις Treg NA28 ] φιμώσεις WH RPβοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, 10 ἢ διʼ ἡμᾶς πάντως λέγει; διʼ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπʼ ἐλπίδιὀφείλει ἐπʼ ἐλπίδι WH Treg NA28 ] ἐπʼ ἐλπίδι ὀφείλει RP ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπʼ ἐλπίδι τοῦ μετέχειν§ἐπʼ ἐλπίδι τοῦ μετέχειν WH Treg NA28 ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπʼ ἐλπίδι RP. 11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας*ὑμῶν ἐξουσίας WH Treg NA28 ] ἐξουσίας ὑμῶν RP μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;τινα ἐγκοπὴν WH Treg NA28 ] ἐγκοπὴν τινα RP
Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή ⸂τινα ἐγκοπὴν⸃ δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13 οὐκ οἴδατε ὅτι οἱ τὰτὰ WH Treg NA28 ] – RP ἱερὰ ἐργαζόμενοι ⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸀παρεδρεύοντες§παρεδρεύοντες WH Treg NA28 ] προσεδρεύοντες RPτῷ θυσιαστηρίῳ συμμερίζονται; 14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
15 Ἐγὼ δὲ ⸂οὐ κέχρημαι οὐδενὶ*οὐ κέχρημαι οὐδενὶ WH Treg NA28 ] οὐδενὶ ἐχρησάμην RP τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου ⸂οὐδεὶς κενώσειοὐδεὶς κενώσει WH Treg NA28 ] ἵνα τις κενώσῃ RP. 16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάργάρ WH Treg NA28 ] δέ RP μοι ἐπίκειται· οὐαὶ ⸀γάρ μοί ἐστιν ἐὰν μὴ ⸀εὐαγγελίσωμαι§εὐαγγελίσωμαι WH Treg NA28 ] εὐαγγελίζωμαι RP 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 τίς οὖν ⸀μού*μού WH Treg NA28 ] μοί RP ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ ⸀εὐαγγέλιονεὐαγγέλιον WH Treg NA28 ] + τοῦ Χριστοῦ RP εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢν αὐτὸς ὑπὸ νόμονμὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NA28 ] – RP, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος ⸀θεοῦ§θεοῦ WH Treg NA28 ] θεῷ RP ἀλλʼ ἔννομος ⸀Χριστοῦ*Χριστοῦ WH Treg NA28 ] Χριστῷ RP ἵνα ⸀κερδάνωκερδάνω WH Treg NA28 ] κερδήσω RP ⸀τοὺςτοὺς WH Treg NA28 ] – RPἀνόμους· 22 ἐγενόμην τοῖς ⸀ἀσθενέσιν§ἀσθενέσιν WH Treg NA28 ] + ὡς RP ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν ⸀γέγονα*γέγονα WH Treg NA28 ] + τὰ RPπάντα, ἵνα πάντως τινὰς σώσω. 23 ⸀πάνταπάντα WH Treg NA28 ] Τοῦτο RPδὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε. 25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

*9:1 ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NA28 ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP

9:1 Ἰησοῦν WH Treg NA28 ] + Χριστὸν RP

9:2 μου τῆς WH Treg NA28 ] τῆς μου RP

§9:3 ἐστιν αὕτη WH Treg NA28 ] αὕτη ἐστιν RP

*9:4 πεῖν WH NA28 ] πιεῖν Treg RP

9:6 μὴ WH Treg NA28 ] τοῦ μὴ RP

9:7 τὸν καρπὸν WH Treg NA28 ] ἐκ τοῦ καρποῦ RP

§9:7 τίς Holmes Tregmarg ] ἢ τίς WH Treg NA28 RP

*9:8 καὶ … ταῦτα οὐ WH Treg NA28 ] οὐχὶ καὶ … ταῦτα RP

9:9 κημώσεις Treg NA28 ] φιμώσεις WH RP

9:10 ὀφείλει ἐπʼ ἐλπίδι WH Treg NA28 ] ἐπʼ ἐλπίδι ὀφείλει RP

§9:10 ἐπʼ ἐλπίδι τοῦ μετέχειν WH Treg NA28 ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπʼ ἐλπίδι RP

*9:12 ὑμῶν ἐξουσίας WH Treg NA28 ] ἐξουσίας ὑμῶν RP

9:12 τινα ἐγκοπὴν WH Treg NA28 ] ἐγκοπὴν τινα RP

9:13 τὰ WH Treg NA28 ] – RP

§9:13 παρεδρεύοντες WH Treg NA28 ] προσεδρεύοντες RP

*9:15 οὐ κέχρημαι οὐδενὶ WH Treg NA28 ] οὐδενὶ ἐχρησάμην RP

9:15 οὐδεὶς κενώσει WH Treg NA28 ] ἵνα τις κενώσῃ RP

9:16 γάρ WH Treg NA28 ] δέ RP

§9:16 εὐαγγελίσωμαι WH Treg NA28 ] εὐαγγελίζωμαι RP

*9:18 μού WH Treg NA28 ] μοί RP

9:18 εὐαγγέλιον WH Treg NA28 ] + τοῦ Χριστοῦ RP

9:20 μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NA28 ] – RP

§9:21 θεοῦ WH Treg NA28 ] θεῷ RP

*9:21 Χριστοῦ WH Treg NA28 ] Χριστῷ RP

9:21 κερδάνω WH Treg NA28 ] κερδήσω RP

9:21 τοὺς WH Treg NA28 ] – RP

§9:22 ἀσθενέσιν WH Treg NA28 ] + ὡς RP

*9:22 γέγονα WH Treg NA28 ] + τὰ RP

9:23 πάντα WH Treg NA28 ] Τοῦτο RP