5
Πρεσβυτέρους ⸀οὖν*οὖν WH Treg NA27 ] τοὺς NA28 RPἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντεςἐπισκοποῦντες Treg NA28 RP ] – WH μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ⸂κατὰ θεόνκατὰ θεόν Treg NA28 ] – WH RP, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοις§ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RPτὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ⸀τινα*τινα NA28 ] τίνα RP; – WH Treg ⸀καταπιεῖνκαταπιεῖν WH Treg NA28 ] καταπίῃ RP ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸀τῷτῷ WH Treg NA27 ] – NA28 RPκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ§Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει*καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP στηρίξει, σθενώσει, ⸀θεμελιώσειθεμελιώσει NA28 RP ] – WH Treg 11 ⸀αὐτῷαὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων§τῶν αἰώνων Treg NIV RP ] – WH NA28· ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε*στῆτε WH Treg NA28 ] ἑστήκατε RP 13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀ΧριστῷΧριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP ‘/book’

*5:1 οὖν WH Treg NA27 ] τοὺς NA28 RP

5:2 ἐπισκοποῦντες Treg NA28 RP ] – WH

5:2 κατὰ θεόν Treg NA28 ] – WH RP

§5:5 ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RP

*5:8 τινα NA28 ] τίνα RP; – WH Treg

5:8 καταπιεῖν WH Treg NA28 ] καταπίῃ RP

5:9 τῷ WH Treg NA27 ] – NA28 RP

§5:10 Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP

*5:10 καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP

5:10 θεμελιώσει NA28 RP ] – WH Treg

5:11 αὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP

§5:11 τῶν αἰώνων Treg NIV RP ] – WH NA28

*5:12 στῆτε WH Treg NA28 ] ἑστήκατε RP

5:14 Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP