4
Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ⸀ἐγκακοῦμεν*ἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ⸀συνιστάνοντεςσυνιστάνοντες WH NA28 ] συνιστάντες Treg; συνιστῶντες RPἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ ⸀αὐγάσαιαὐγάσαι WH Treg NA28 ] + αὐτοῖς RPτὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ⸂Χριστὸν Ἰησοῦν§Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NA28 κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς ⸀λάμψει*λάμψει WH Treg NA28 ] λάμψαι RP ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ ⸀ΧριστοῦΧριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA28
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλʼ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλʼ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν ⸀τοῦτοῦ WH Treg NA28 ] + κυρίου RPἸησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ⸀ὁ§ὁ WH Treg NA28 ] + μὲν RPθάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας ⸀τὸν*τὸν Holmes WHmarg ] + κύριον WH Treg NA28 RP Ἰησοῦν καὶ ἡμᾶς ⸀σὺνσὺν WH Treg NA28 ] διὰ RPἸησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα διʼ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Διὸ οὐκ ⸀ἐγκακοῦμενἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ⸂ἔσω ἡμῶν§ἔσω ἡμῶν WH Treg NA28 ] ἔσωθεν RP ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ⸀ἡμῶν*ἡμῶν Treg NA28 RP ] – WHκαθʼ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

*4:1 ἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP

4:2 συνιστάνοντες WH NA28 ] συνιστάντες Treg; συνιστῶντες RP

4:4 αὐγάσαι WH Treg NA28 ] + αὐτοῖς RP

§4:5 Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NA28

*4:6 λάμψει WH Treg NA28 ] λάμψαι RP

4:6 Χριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA28

4:10 τοῦ WH Treg NA28 ] + κυρίου RP

§4:12 ὁ WH Treg NA28 ] + μὲν RP

*4:14 τὸν Holmes WHmarg ] + κύριον WH Treg NA28 RP

4:14 σὺν WH Treg NA28 ] διὰ RP

4:16 ἐγκακοῦμεν WH Treg NA28 ] ἐκκακοῦμεν RP

§4:16 ἔσω ἡμῶν WH Treg NA28 ] ἔσωθεν RP

*4:17 ἡμῶν Treg NA28 RP ] – WH