7
ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. ⸂πρὸς κατάκρισιν οὐ*πρὸς κατάκρισιν οὐ WH Treg NA28 ] Οὐ πρὸς κατάκρισιν RP λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν. πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ⸀ἔσχηκενἔσχηκεν WH NA28 RP ] ἔσχεν Tregἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι— ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην (⸀βλέπωβλέπω WH Treg ] βλέπων WHapp; βλέπω γὰρ NA28 RPὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς), νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ⸀ἐργάζεται§ἐργάζεται WH Treg NA28 ] κατεργάζεται RP ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν ⸀λυπηθῆναι*λυπηθῆναι WH Treg NA28 ] + ὑμᾶς RP πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς ⸀εἶναιεἶναι WH Treg NA28 ] + ἐν RPτῷ πράγματι. 12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ⸀ἕνεκεν⸀ἕνεκεν WH Treg NA28 ] εἵνεκεν RP τοῦ ἀδικήσαντος, ⸀οὐδὲ§οὐδὲ Treg NA28 RP ] ἀλλʼ οὐδὲ WH ⸁ἕνεκεν*⸁ἕνεκεν WH Treg NA28 ] εἵνεκεν RP τοῦ ἀδικηθέντος, ἀλλʼ ⸀1ἕνεκεν1 ἕνεκεν WH Treg NA28 ] εἵνεκεν RP τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. 13 διὰ τοῦτο παρακεκλήμεθα.ἡμῶν WH Treg NA28 ] ὑμῶν RP
Ἐπὶ δὲ τῇ παρακλήσει ⸀ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν· 14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ §ἡ Treg NA28 RP ] – WHκαύχησις ἡμῶν ⸀ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16 χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.

*7:3 πρὸς κατάκρισιν οὐ WH Treg NA28 ] Οὐ πρὸς κατάκρισιν RP

7:5 ἔσχηκεν WH NA28 RP ] ἔσχεν Treg

7:8 βλέπω WH Treg ] βλέπων WHapp; βλέπω γὰρ NA28 RP

§7:10 ἐργάζεται WH Treg NA28 ] κατεργάζεται RP

*7:11 λυπηθῆναι WH Treg NA28 ] + ὑμᾶς RP

7:11 εἶναι WH Treg NA28 ] + ἐν RP

7:12 ⸀ἕνεκεν WH Treg NA28 ] εἵνεκεν RP

§7:12 οὐδὲ Treg NA28 RP ] ἀλλʼ οὐδὲ WH

*7:12 ⸁ἕνεκεν WH Treg NA28 ] εἵνεκεν RP

7:12 ⸀1 ἕνεκεν WH Treg NA28 ] εἵνεκεν RP

7:13 ἡμῶν WH Treg NA28 ] ὑμῶν RP

§7:14 ἡ Treg NA28 RP ] – WH