12
Καυχᾶσθαι ⸀δεῖ*δεῖ WH Treg NA28 ] δὴ RP οὐ ⸂συμφέρον μένσυμφέρον μέν WH Treg NA28 ] συμφέρει μοι RP , ἐλεύσομαι ⸀δὲδὲ WH Treg NA28 ] γὰρ RPεἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων— εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον— εἴτε ἐν σώματι εἴτε ⸀χωρὶς§χωρὶς WH Treg NA28 ] ἐκτὸς RPτοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ⸀ἀσθενείαις*ἀσθενείαις WH Treg NA28 ] + μου RP ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τιτι NA28 RP ] – WH Treg εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ⸀τι ἐξ ἐμοῦ, καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ⸀διὸδιὸ WH Treg NA28 ] – RP ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος ⸀Σατανᾶ§Σατανᾶ WH Treg NA28 ] Σατᾶν RP ἵνα με κολαφίζῃ, ⸂ἵνα μὴ ὑπεραίρωμαι*ἵνα μὴ ὑπεραίρωμαι WH NA28 RP ] – Treg. ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ· καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ ⸀δύναμιςδύναμις WH Treg NA28 ] + μου RP ἐν ἀσθενείᾳ ⸀τελεῖταιτελεῖται WH Treg NA28 ] τελειοῦται RP ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ⸀μου§μου Treg NA28 RP ] – WH ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς ⸀καὶ*καὶ WH NA28 ] ἐν Treg RPστενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 Γέγονα ⸀ἄφρωνἄφρων WH Treg NA28 ] + καυχώμενος RP ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇὑπομονῇ WH Treg NA28 ] + ἐν RP σημείοις ⸀τε§τε WH NA28 ] – Treg RPκαὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ὃ ⸀ἡσσώθητε*ἡσσώθητε WH Treg NA28 ] ἡττήθητε RPὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 Ἰδοὺ τρίτον ⸀τοῦτοτοῦτο WH Treg NA28 ] – RP ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσωκαταναρκήσω WH Treg NA28 ] + ὑμῶν RP οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ§εἰ WH Treg NA28 ] + καὶ RP περισσοτέρως ὑμᾶς ⸀ἀγαπῶν*ἀγαπῶν Treg NA28 RP ] ἀγαπῶ WH ἧσσον ἀγαπῶμαι; 16 ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 ⸀ΠάλαιΠάλαι WH Treg NA28 ] Πάλιν RP δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντικατέναντι WH Treg NA28 ] Κατενώπιον τοῦ RPθεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ⸀ἔρις§ἔρις WH NA28 ] ἔρεις Treg RP ⸀ζῆλος*ζῆλος WH Treg NA28 ] ζῆλοι RP θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν ⸂ἐλθόντος μουἐλθόντος μου WH Treg NA28 ] ἐλθόντα με RP ⸀ταπεινώσῃταπεινώσῃ WH NA28 ] ταπεινώσει Treg RP ⸀με§με WH Treg NA28 ] – RPὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

*12:1 δεῖ WH Treg NA28 ] δὴ RP

12:1 συμφέρον μέν WH Treg NA28 ] συμφέρει μοι RP

12:1 δὲ WH Treg NA28 ] γὰρ RP

§12:3 χωρὶς WH Treg NA28 ] ἐκτὸς RP

*12:5 ἀσθενείαις WH Treg NA28 ] + μου RP

12:6 τι NA28 RP ] – WH Treg

12:7 διὸ WH Treg NA28 ] – RP

§12:7 Σατανᾶ WH Treg NA28 ] Σατᾶν RP

*12:7 ἵνα μὴ ὑπεραίρωμαι WH NA28 RP ] – Treg

12:9 δύναμις WH Treg NA28 ] + μου RP

12:9 τελεῖται WH Treg NA28 ] τελειοῦται RP

§12:9 μου Treg NA28 RP ] – WH

*12:10 καὶ WH NA28 ] ἐν Treg RP

12:11 ἄφρων WH Treg NA28 ] + καυχώμενος RP

12:12 ὑπομονῇ WH Treg NA28 ] + ἐν RP

§12:12 τε WH NA28 ] – Treg RP

*12:13 ἡσσώθητε WH Treg NA28 ] ἡττήθητε RP

12:14 τοῦτο WH Treg NA28 ] – RP

12:14 καταναρκήσω WH Treg NA28 ] + ὑμῶν RP

§12:15 εἰ WH Treg NA28 ] + καὶ RP

*12:15 ἀγαπῶν Treg NA28 RP ] ἀγαπῶ WH

12:19 Πάλαι WH Treg NA28 ] Πάλιν RP

12:19 κατέναντι WH Treg NA28 ] Κατενώπιον τοῦ RP

§12:20 ἔρις WH NA28 ] ἔρεις Treg RP

*12:20 ζῆλος WH Treg NA28 ] ζῆλοι RP

12:21 ἐλθόντος μου WH Treg NA28 ] ἐλθόντα με RP

12:21 ταπεινώσῃ WH NA28 ] ταπεινώσει Treg RP

§12:21 με WH Treg NA28 ] – RP