3
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος, τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπʼ ⸀ἐσχάτων*ἐσχάτων WH Treg NA28 ] ἐσχάτου RP τῶν ἡμερῶν ⸂ἐν ἐμπαιγμονῇἐν ἐμπαιγμονῇ WH Treg NA28 ] – RP ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως. λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, ⸂διʼ ὧνδιʼ ὧν WH Treg NA27 RP ] διʼ ὃν NA28 ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ ⸀αὐτῷ§αὐτῷ WH NA28 ] αὐτοῦ Treg RPλόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία. οὐ βραδύνει ⸀κύριος*κύριος WH Treg NA28 ] ὁ κύριος RP τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ⸀ὑμᾶςὑμᾶς WH Treg NA28 ] ἡμᾶς RP μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 ἥξει δὲ ⸀ἡμέραἡμέρα WH Treg NA28 ] ἡ ἡμέρα RP κυρίου ὡς ⸀κλέπτης§κλέπτης WH Treg NA28 ] + ἐν νυκτί RP ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα ⸀λυθήσεται*λυθήσεται WH Treg NA28 ] λυθήσονται RP καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα ⸀εὑρεθήσεταιεὑρεθήσεται WH Treg NA27 ] κατακαήσεται RP; οὐχ εὑρεθήσεται em NA28
11 Τούτων ⸀οὕτωςοὕτως WH NA28 ] οὖν Treg RPπάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, διʼ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται· 13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, 15 καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν ⸂δοθεῖσαν αὐτῷ§δοθεῖσαν αὐτῷ WH Treg NA28 ] αὐτῷ δοθεῖσαν RP σοφίαν ἔγραψεν ὑμῖν, 16 ὡς καὶ ἐν πάσαις ⸀ταῖς*ταῖς NA28 RP ] – WH Treg NA27 ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν ⸀αἷςαἷς WH Treg NA28 ] οἷς RP ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι ⸀στρεβλοῦσινστρεβλοῦσιν WH Treg NA27 RP ] στρεβλώσουσιν NA28ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17 ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ, 18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ⸀ἀμήν§ἀμήν Treg NA27 RP ] – WH NA28 ‘p /’ ‘/book’

*3:3 ἐσχάτων WH Treg NA28 ] ἐσχάτου RP

3:3 ἐν ἐμπαιγμονῇ WH Treg NA28 ] – RP

3:6 διʼ ὧν WH Treg NA27 RP ] διʼ ὃν NA28

§3:7 αὐτῷ WH NA28 ] αὐτοῦ Treg RP

*3:9 κύριος WH Treg NA28 ] ὁ κύριος RP

3:9 ὑμᾶς WH Treg NA28 ] ἡμᾶς RP

3:10 ἡμέρα WH Treg NA28 ] ἡ ἡμέρα RP

§3:10 κλέπτης WH Treg NA28 ] + ἐν νυκτί RP

*3:10 λυθήσεται WH Treg NA28 ] λυθήσονται RP

3:10 εὑρεθήσεται WH Treg NA27 ] κατακαήσεται RP; οὐχ εὑρεθήσεται em NA28

3:11 οὕτως WH NA28 ] οὖν Treg RP

§3:15 δοθεῖσαν αὐτῷ WH Treg NA28 ] αὐτῷ δοθεῖσαν RP

*3:16 ταῖς NA28 RP ] – WH Treg NA27

3:16 αἷς WH Treg NA28 ] οἷς RP

3:16 στρεβλοῦσιν WH Treg NA27 RP ] στρεβλώσουσιν NA28

§3:18 ἀμήν Treg NA27 RP ] – WH NA28