ΙΩΑΝΝΟΥ Γ
1
1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω ⸀χαράν*χαράν Treg NA28 RP ] χάριν WH ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ⸀τῇ†τῇ WH Treg NA27 ] – NA28 RPἀληθείᾳ περιπατοῦντα.
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτο‡τοῦτο WH Treg NA28 ] εἰς τοὺς RPξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν§ἐθνικῶν WH Treg NA28 ] ἐθνῶν RP 8 ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν*ὑπολαμβάνειν WH Treg NA28 ] ἀπολαμβάνειν RPτοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
9 Ἔγραψά ⸀τι†τι WH Treg NA28 ] – RPτῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ⸀οἶδας‡οἶδας WH Treg NA28 ] οἴδατε RPὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13 Πολλὰ εἶχον ⸂γράψαι σοι§γράψαι σοι WH Treg NA28 ] γράφειν RP , ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι ⸀γράφειν*γράφειν WH Treg NA28 ] γράψαι RP 14 ἐλπίζω δὲ εὐθέως ⸂σε ἰδεῖν†σε ἰδεῖν WH Treg NA28 ] ἰδεῖν σε RP, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα. ‘p /’ ‘/book’
*1:4 χαράν Treg NA28 RP ] χάριν WH
†1:4 τῇ WH Treg NA27 ] – NA28 RP
‡1:5 τοῦτο WH Treg NA28 ] εἰς τοὺς RP
§1:7 ἐθνικῶν WH Treg NA28 ] ἐθνῶν RP
*1:8 ὑπολαμβάνειν WH Treg NA28 ] ἀπολαμβάνειν RP
†1:9 τι WH Treg NA28 ] – RP
‡1:12 οἶδας WH Treg NA28 ] οἴδατε RP
§1:13 γράψαι σοι WH Treg NA28 ] γράφειν RP
*1:13 γράφειν WH Treg NA28 ] γράψαι RP
†1:14 σε ἰδεῖν WH Treg NA28 ] ἰδεῖν σε RP