5
Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς ⸀γυναικός*γυναικός WH Treg NA28 ] + αὐτοῦ RP καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. εἶπεν δὲ ⸀ὁὁ WH Treg NA28 ] – RP Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ ⸀νοσφίσασθαινοσφίσασθαι WH Treg NA28 ] + σε RPἀπὸ τῆς τιμῆς τοῦ χωρίου; οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ. ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ⸀ἀκούοντας§ἀκούοντας WH Treg NA28 ] + ταῦτα RP ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. ἀπεκρίθη δὲ ⸂πρὸς αὐτὴν*πρὸς αὐτὴν WH Treg NA28 ] αὐτῇ RP ⸀ΠέτροςΠέτρος WH Treg NA28 ] ὁ Πέτρος RP Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου. ὁ δὲ ⸀ΠέτροςΠέτρος WH Treg NA28 ] + εἶπεν RPπρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε. 10 ἔπεσεν δὲ παραχρῆμα ⸀πρὸς§πρὸς WH Treg NA28 ] παρὰ RPτοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ⸂πολλὰ ἐν τῷ λαῷ*πολλὰ ἐν τῷ λαῷ WH Treg NA28 ] ἐν τῷ λαῷ πολλὰ RP · καὶ ἦσαν ὁμοθυμαδὸν ⸀ἅπαντεςἅπαντες NA28 RP ] πάντες WH Treg ἐν τῇ Στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός, 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστε ⸂καὶ εἰςκαὶ εἰς WH Treg NA28 ] κατὰ RP τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων§κλιναρίων WH Treg NA28 ] κλινῶν RP καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃ*ἐπισκιάσῃ NA28 RP ] ἐπισκιάσει WH Tregτινὶ αὐτῶν. 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ ⸀πόλεωνπόλεων WH Treg NA28 ] + εἰς RPἸερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς ⸀χεῖραςχεῖρας WH Treg NA28 ] + αὐτῶν RPἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 ἄγγελος δὲ κυρίου ⸀διὰ§διὰ WH Treg NA28 ] + τῆς RP νυκτὸς ⸀ἤνοιξε*ἤνοιξε WH Treg RP ] ἀνοίξας NA28τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν· 20 Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.
Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. 22 οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέταιπαραγενόμενοι ὑπηρέται WH Treg NA28 ] ὑπηρέται παραγενόμενοι RP οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν 23 λέγοντες ὅτι ⸀ΤὸΤὸ WH Treg NA28 ] + μὲν RP δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶ§ἐπὶ WH Treg NA28 ] πρὸ RPτῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. 24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τε*τε WH Treg NA28 ] + ἱερεὺς καὶ ὁ RPστρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. 25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγενἤγαγεν Treg RP ] ἦγεν WH NA28 αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴμὴ WH Treg NA28 ] ἵνα μὴ RPλιθασθῶσιν.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς 28 ⸀λέγων§λέγων WH Treg NIV ] + Οὐ RP NA28 Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30 ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου· 31 τοῦ*τοῦ WH NA28 ] – Treg RPον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν· 32 καὶ ἡμεῖς ⸀ἐσμενἐσμεν WH Treg NA28 ] + αὐτοῦ RP μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦμαπνεῦμα WH Treg NA28 ] + δὲ RPτὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ ⸀ἀκούσαντες§ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RPδιεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. 34 ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ⸀βραχὺ*βραχὺ WH Treg NA28 ] + τι RP τοὺς ⸀ἀνθρώπουςἀνθρώπους WH Treg NA28 ] ἀποστόλους RPποιῆσαι, 35 εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. 36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ ⸀προσεκλίθηπροσεκλίθη WH Treg NA28 ] προσεκλήθη RP ⸂ἀνδρῶν ἀριθμὸς ὡς§ἀνδρῶν ἀριθμὸς ὡς WH Treg NA28 ] ἀριθμὸς ἀνδρῶν ὡσεὶ RP τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸν*λαὸν WH Treg NA28 ] + ἱκανὸν RPὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ⸀ἄφετεἄφετε WH Treg NA28 ] ἐάσατε RP αὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ⸀αὕτηαὕτη WH Treg NA28 ] – RPἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται, 39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ ⸀δυνήσεσθε§δυνήσεσθε WH Treg NA28 ] δύνασθε RP καταλῦσαι ⸀αὐτούς*αὐτούς WH Treg NA28 ] αὐτό RP) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ, 40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ⸀ἀπέλυσανἀπέλυσαν WH Treg NA28 ] + αὐτούς RP 41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι ⸂κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματοςκατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος WH Treg NA28 ] ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν RP ἀτιμασθῆναι· 42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ⸂τὸν χριστὸν Ἰησοῦν§τὸν χριστὸν Ἰησοῦν WH Treg NA28 ] Ἰησοῦν τὸν χριστὸν RP.

*5:2 γυναικός WH Treg NA28 ] + αὐτοῦ RP

5:3 ὁ WH Treg NA28 ] – RP

5:3 νοσφίσασθαι WH Treg NA28 ] + σε RP

§5:5 ἀκούοντας WH Treg NA28 ] + ταῦτα RP

*5:8 πρὸς αὐτὴν WH Treg NA28 ] αὐτῇ RP

5:8 Πέτρος WH Treg NA28 ] ὁ Πέτρος RP

5:9 Πέτρος WH Treg NA28 ] + εἶπεν RP

§5:10 πρὸς WH Treg NA28 ] παρὰ RP

*5:12 πολλὰ ἐν τῷ λαῷ WH Treg NA28 ] ἐν τῷ λαῷ πολλὰ RP

5:12 ἅπαντες NA28 RP ] πάντες WH Treg

5:15 καὶ εἰς WH Treg NA28 ] κατὰ RP

§5:15 κλιναρίων WH Treg NA28 ] κλινῶν RP

*5:15 ἐπισκιάσῃ NA28 RP ] ἐπισκιάσει WH Treg

5:16 πόλεων WH Treg NA28 ] + εἰς RP

5:18 χεῖρας WH Treg NA28 ] + αὐτῶν RP

§5:19 διὰ WH Treg NA28 ] + τῆς RP

*5:19 ἤνοιξε WH Treg RP ] ἀνοίξας NA28

5:22 παραγενόμενοι ὑπηρέται WH Treg NA28 ] ὑπηρέται παραγενόμενοι RP

5:23 Τὸ WH Treg NA28 ] + μὲν RP

§5:23 ἐπὶ WH Treg NA28 ] πρὸ RP

*5:24 τε WH Treg NA28 ] + ἱερεὺς καὶ ὁ RP

5:26 ἤγαγεν Treg RP ] ἦγεν WH NA28

5:26 μὴ WH Treg NA28 ] ἵνα μὴ RP

§5:28 λέγων WH Treg NIV ] + Οὐ RP NA28

*5:31 τοῦ WH NA28 ] – Treg RP

5:32 ἐσμεν WH Treg NA28 ] + αὐτοῦ RP

5:32 πνεῦμα WH Treg NA28 ] + δὲ RP

§5:33 ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP

*5:34 βραχὺ WH Treg NA28 ] + τι RP

5:34 ἀνθρώπους WH Treg NA28 ] ἀποστόλους RP

5:36 προσεκλίθη WH Treg NA28 ] προσεκλήθη RP

§5:36 ἀνδρῶν ἀριθμὸς ὡς WH Treg NA28 ] ἀριθμὸς ἀνδρῶν ὡσεὶ RP

*5:37 λαὸν WH Treg NA28 ] + ἱκανὸν RP

5:38 ἄφετε WH Treg NA28 ] ἐάσατε RP

5:38 αὕτη WH Treg NA28 ] – RP

§5:39 δυνήσεσθε WH Treg NA28 ] δύνασθε RP

*5:39 αὐτούς WH Treg NA28 ] αὐτό RP

5:40 ἀπέλυσαν WH Treg NA28 ] + αὐτούς RP

5:41 κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος WH Treg NA28 ] ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν RP

§5:42 τὸν χριστὸν Ἰησοῦν WH Treg NA28 ] Ἰησοῦν τὸν χριστὸν RP