18
⸀Μετὰ*Μετὰ WH Treg NA28 ] + δὲ RP ταῦτα ⸀χωρισθεὶςχωρισθεὶς WH Treg NA28 ] + ὁ Παῦλος RPἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναιδιατεταχέναι WH Treg NA28 ] τεταχέναι RP Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ§ἀπὸ WH Treg NA28 ] ἐκ RPτῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο*ἠργάζετο Treg NA28 RP ] ἠργάζοντο WH ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃτῇ τέχνῃ WH Treg NA28 ] τὴν τέχνην RP. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳλόγῳ WH Treg NA28 ] πνεύματι RP ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναι§εἶναι WH Treg NA28 ] – RPτὸν χριστὸν Ἰησοῦν. ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθεν*εἰσῆλθεν NA28 ] ἦλθεν WH Treg RP εἰς οἰκίαν τινὸς ὀνόματι ⸀ΤιτίουΤιτίου WH Treg NA28 ] – RPἸούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματοςἐν νυκτὶ διʼ ὁράματος WH Treg NA28 ] διʼ ὁράματος ἐν νυκτὶ RP τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 ἐκάθισεν ⸀δὲ§δὲ WH Treg NA28 ] τε RPἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. 12 Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος*ἀνθυπάτου ὄντος WH Treg NA28 ] ἀνθυπατεύοντος RP τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοιὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NA28 RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτοςἀναπείθει οὗτος WH Treg NA28 ] οὗτος ἀναπείθει RP τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν§μὲν WH Treg NA28 ] + οὖν RPἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· 15 εἰ δὲ ⸀ζητήματά*ζητήματά WH Treg NA28 ] ζήτημά RP ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴςκριτὴς WH Treg NA28 ] + γὰρ RPἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 ἐπιλαβόμενοι δὲ ⸀πάντεςπάντες WH Treg NA28 ] + οἱ Ἕλληνες RP Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν§ἔμελεν WH Treg NA28 ] ἔμελλεν RP 18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν*ἐν Κεγχρεαῖς τὴν κεφαλήν WH Treg NA28 ] τὴν κεφαλήν ἐν Κεγχρεαῖς RP, εἶχεν γὰρ εὐχήν. 19 ⸀κατήντησανκατήντησαν WH Treg NA28 ] Κατήντησεν RP δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατοδιελέξατο WH Treg NA28 ] διελέχθη RPτοῖς Ἰουδαίοις. 20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναι§μεῖναι WH Treg NA28 ] + παρʼ αὐτοῖς RPοὐκ ἐπένευσεν, 21 ⸂ἀλλὰ ἀποταξάμενος καὶ*ἀλλὰ ἀποταξάμενος καὶ WH Treg NA28 ] ἀλλʼ ἀπετάξατο αὐτοῖς RP ⸀εἰπώνεἰπών WH Treg NA28 ] + Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα RP ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, Πάλιν WH Treg NA28 ] + δὲ RP 22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων§στηρίζων WH Treg ] ἐπιστηρίζων NA28 RPπάντας τοὺς μαθητάς. 24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ*Ἰησοῦ WH Treg NA28 ] κυρίου RP ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ ἈκύλαςΠρίσκιλλα καὶ Ἀκύλας WH Treg NA28 ] Ἀκύλας καὶ Πρίσκιλλα RP προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦὁδὸν τοῦ θεοῦ WH Treg NA28 ] τοῦ θεοῦ ὁδὸν RP. 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.

*18:1 Μετὰ WH Treg NA28 ] + δὲ RP

18:1 χωρισθεὶς WH Treg NA28 ] + ὁ Παῦλος RP

18:2 διατεταχέναι WH Treg NA28 ] τεταχέναι RP

§18:2 ἀπὸ WH Treg NA28 ] ἐκ RP

*18:3 ἠργάζετο Treg NA28 RP ] ἠργάζοντο WH

18:3 τῇ τέχνῃ WH Treg NA28 ] τὴν τέχνην RP

18:5 λόγῳ WH Treg NA28 ] πνεύματι RP

§18:5 εἶναι WH Treg NA28 ] – RP

*18:7 εἰσῆλθεν NA28 ] ἦλθεν WH Treg RP

18:7 Τιτίου WH Treg NA28 ] – RP

18:9 ἐν νυκτὶ διʼ ὁράματος WH Treg NA28 ] διʼ ὁράματος ἐν νυκτὶ RP

§18:11 δὲ WH Treg NA28 ] τε RP

*18:12 ἀνθυπάτου ὄντος WH Treg NA28 ] ἀνθυπατεύοντος RP

18:12 ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NA28 RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH

18:13 ἀναπείθει οὗτος WH Treg NA28 ] οὗτος ἀναπείθει RP

§18:14 μὲν WH Treg NA28 ] + οὖν RP

*18:15 ζητήματά WH Treg NA28 ] ζήτημά RP

18:15 κριτὴς WH Treg NA28 ] + γὰρ RP

18:17 πάντες WH Treg NA28 ] + οἱ Ἕλληνες RP

§18:17 ἔμελεν WH Treg NA28 ] ἔμελλεν RP

*18:18 ἐν Κεγχρεαῖς τὴν κεφαλήν WH Treg NA28 ] τὴν κεφαλήν ἐν Κεγχρεαῖς RP

18:19 κατήντησαν WH Treg NA28 ] Κατήντησεν RP

18:19 διελέξατο WH Treg NA28 ] διελέχθη RP

§18:20 μεῖναι WH Treg NA28 ] + παρʼ αὐτοῖς RP

*18:21 ἀλλὰ ἀποταξάμενος καὶ WH Treg NA28 ] ἀλλʼ ἀπετάξατο αὐτοῖς RP

18:21 εἰπών WH Treg NA28 ] + Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα RP

18:21 Πάλιν WH Treg NA28 ] + δὲ RP

§18:23 στηρίζων WH Treg ] ἐπιστηρίζων NA28 RP

*18:25 Ἰησοῦ WH Treg NA28 ] κυρίου RP

18:26 Πρίσκιλλα καὶ Ἀκύλας WH Treg NA28 ] Ἀκύλας καὶ Πρίσκιλλα RP

18:26 ὁδὸν τοῦ θεοῦ WH Treg NA28 ] τοῦ θεοῦ ὁδὸν RP