22
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν· ⸀Ἐγώ*Ἐγώ WH Treg NA28 ] + μέν RPεἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον, ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέἐμέ WH Treg ] με NA28 RP Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντοἐθεάσαντο WH Treg NA28 ] + καὶ ἔμφοβοι ἐγένοντο RPτὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν. 12 Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴς§εὐλαβὴς WH Treg NA28 ] εὐσεβὴς RP κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, 13 ἐλθὼν πρὸς ⸀ἐμὲ*ἐμὲ WH Treg ] με NA28 RPκαὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, 15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] τοῦ κυρίου RP 17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σουσου WH Treg NA28 ] + τὴν RPμαρτυρίαν περὶ ἐμοῦ. 19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· 20 καὶ ὅτε ⸀ἐξεχύννετο§ἐξεχύννετο WH Treg NA28 ] ἐξεχεῖτο RP τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ*καὶ WH Treg NA28 ] τῇ ἀναιρέσει αὐτοῦ RPαὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21 καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. 22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. 23 ⸀κραυγαζόντωνκραυγαζόντων WH Treg NA28 ] Κραζόντων RP ⸀τετε WH Treg NA28 ] δὲ RPαὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν§ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν WH Treg NA28 ] αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι RP εἰς τὴν παρεμβολήν, ⸀εἴπας*εἴπας WH Treg NA28 ] εἰπὼν RPμάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 ὡς δὲ ⸀προέτεινανπροέτειναν WH Treg NA28 ] προέτεινεν RPαὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεντῷ χιλιάρχῳ ἀπήγγειλεν WH Treg NA28 ] ἀπήγγειλεν τῷ χιλιάρχῳ RP λέγων· ⸀Τί§Τί WH Treg NA28 ] Ὅρα τί RPμέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. 27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺ*σὺ WH Treg NA28 ] εἰ σὺ RPῬωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί. 28 ἀπεκρίθη ⸀δὲδὲ WH Treg NA28 ] τε RPὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι. 29 εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦναὐτὸν ἦν WH Treg NA28 ] ἦν αὐτὸν RP δεδεκώς. 30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸ§ὑπὸ WH Treg NA28 ] παρὰ RP τῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν*αὐτόν WH Treg NA28 ] + ἀπὸ τῶν δεσμῶν RP καὶ ἐκέλευσεν ⸀συνελθεῖνσυνελθεῖν WH Treg NA28 ] ἐλθεῖν RP τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶνπᾶν WH Treg NA28 ] ὅλον RP τὸ ⸀συνέδριον§συνέδριον WH Treg NA28 ] + αὐτῶν RP καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

*22:3 Ἐγώ WH Treg NA28 ] + μέν RP

22:8 ἐμέ WH Treg ] με NA28 RP

22:9 ἐθεάσαντο WH Treg NA28 ] + καὶ ἔμφοβοι ἐγένοντο RP

§22:12 εὐλαβὴς WH Treg NA28 ] εὐσεβὴς RP

*22:13 ἐμὲ WH Treg ] με NA28 RP

22:16 αὐτοῦ WH Treg NA28 ] τοῦ κυρίου RP

22:18 σου WH Treg NA28 ] + τὴν RP

§22:20 ἐξεχύννετο WH Treg NA28 ] ἐξεχεῖτο RP

*22:20 καὶ WH Treg NA28 ] τῇ ἀναιρέσει αὐτοῦ RP

22:23 κραυγαζόντων WH Treg NA28 ] Κραζόντων RP

22:23 τε WH Treg NA28 ] δὲ RP

§22:24 ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν WH Treg NA28 ] αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι RP

*22:24 εἴπας WH Treg NA28 ] εἰπὼν RP

22:25 προέτειναν WH Treg NA28 ] προέτεινεν RP

22:26 τῷ χιλιάρχῳ ἀπήγγειλεν WH Treg NA28 ] ἀπήγγειλεν τῷ χιλιάρχῳ RP

§22:26 Τί WH Treg NA28 ] Ὅρα τί RP

*22:27 σὺ WH Treg NA28 ] εἰ σὺ RP

22:28 δὲ WH Treg NA28 ] τε RP

22:29 αὐτὸν ἦν WH Treg NA28 ] ἦν αὐτὸν RP

§22:30 ὑπὸ WH Treg NA28 ] παρὰ RP

*22:30 αὐτόν WH Treg NA28 ] + ἀπὸ τῶν δεσμῶν RP

22:30 συνελθεῖν WH Treg NA28 ] ἐλθεῖν RP

22:30 πᾶν WH Treg NA28 ] ὅλον RP

§22:30 συνέδριον WH Treg NA28 ] + αὐτῶν RP