2
Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ⸀ὑπὲρ*ὑπὲρ WH Treg NA28 ] περὶ RPὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, ⸀συμβιβασθέντεςσυμβιβασθέντες WH Treg NA28 ] συμβιβασθέντων RP ἐν ἀγάπῃ καὶ εἰς ⸂πᾶν πλοῦτοςπᾶν πλοῦτος WH NA28 ] πᾶν τὸ πλοῦτος Treg; πάντα πλοῦτον RP τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ ⸀θεοῦ§θεοῦ WH Treg NA28 ] + καὶ πατρὸς καὶ τοῦ RP Χριστοῦ, ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας ⸀καὶ*καὶ WH Treg NA28 ] + τῆς RPγνώσεως ἀπόκρυφοι. ⸀τοῦτοτοῦτο WH NA28 ] + δὲ Treg RP λέγω ἵνα ⸀μηδεὶςμηδεὶς WH Treg NA28 ] μή τις RPὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ ⸀βεβαιούμενοι§βεβαιούμενοι WH Treg NA28 ] + ἐν RP τῇ πίστει καθὼς ἐδιδάχθητε, ⸀περισσεύοντες*περισσεύοντες Treg NA28 ] + ἐν αὐτῇ WH RPἐν εὐχαριστίᾳ.
Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ ⸀σώματοςσώματος WH Treg NA28 ] + τῶν ἁμαρτιῶν RPτῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ ⸀βαπτισμῷβαπτισμῷ Treg NA28 ] βαπτίσματι WH RP ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ⸀ἐκ§ἐκ WH Treg NA28 ] + τῶν RPνεκρῶν· 13 καὶ ὑμᾶς νεκροὺς ὄντας ⸀ἐν*ἐν NA28 RP ] – WH Tregτοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 14 ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ⸀ἢἢ Treg RP ] καὶ WH NA28ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, 17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα ⸀τοῦτοῦ WH Treg NA28 ] – RPΧριστοῦ. 18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ⸀ἃ§ἃ WH Treg NA28 ] + μὴ RPἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· 21 Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, 22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.

*2:1 ὑπὲρ WH Treg NA28 ] περὶ RP

2:2 συμβιβασθέντες WH Treg NA28 ] συμβιβασθέντων RP

2:2 πᾶν πλοῦτος WH NA28 ] πᾶν τὸ πλοῦτος Treg; πάντα πλοῦτον RP

§2:2 θεοῦ WH Treg NA28 ] + καὶ πατρὸς καὶ τοῦ RP

*2:3 καὶ WH Treg NA28 ] + τῆς RP

2:4 τοῦτο WH NA28 ] + δὲ Treg RP

2:4 μηδεὶς WH Treg NA28 ] μή τις RP

§2:7 βεβαιούμενοι WH Treg NA28 ] + ἐν RP

*2:7 περισσεύοντες Treg NA28 ] + ἐν αὐτῇ WH RP

2:11 σώματος WH Treg NA28 ] + τῶν ἁμαρτιῶν RP

2:12 βαπτισμῷ Treg NA28 ] βαπτίσματι WH RP

§2:12 ἐκ WH Treg NA28 ] + τῶν RP

*2:13 ἐν NA28 RP ] – WH Treg

2:16 ἢ Treg RP ] καὶ WH NA28

2:17 τοῦ WH Treg NA28 ] – RP

§2:18 ἃ WH Treg NA28 ] + μὴ RP