3
1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα· 2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3 ⸂εἰ δὲ*εἰ δὲ WH Treg NA28 ] Ἴδε RP τῶν ἵππων τοὺς χαλινοὺς εἰς†εἰς WH Treg NA28 ] πρὸς RPτὰ στόματα βάλλομεν ⸀εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4 ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ⸂ἀνέμων σκληρῶν‡ἀνέμων σκληρῶν WH Treg NA28 ] σκληρῶν ἀνέμων RP ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ⸂ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται§ἡ … βούλεται WH Treg NA28 ] ἂν ἡ … βούληται RP· 5 οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ ⸂μεγάλα αὐχεῖ*μεγάλα αὐχεῖ WH Treg NA28 ] μεγαλαυχεῖ RP .†ἡλίκον WH Treg NA28 ] ὀλίγον RP
Ἰδοὺ ⸀ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει· 6 καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίας‡ἀδικίας WH Treg NA28 ] + οὕτως RPἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8 τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαι δύναται ἀνθρώπων§δαμάσαι δύναται ἀνθρώπων WH Treg NA28 ] δύναται ἀνθρώπων δαμάσαι RP · ⸀ἀκατάστατον*ἀκατάστατον WH Treg NA28 ] ἀκατάσχετον RPκακόν, μεστὴ ἰοῦ θανατηφόρου. 9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν ⸀κύριον†κύριον WH Treg NA28 ] θεὸν RPκαὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθʼ ὁμοίωσιν θεοῦ γεγονότας· 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. 11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12 μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; ⸂οὔτε ἁλυκὸν‡οὔτε ἁλυκὸν WH Treg NA28 ] Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ RP γλυκὺ ποιῆσαι ὕδωρ.
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. 14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης· 16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ⸀ἀδιάκριτος§ἀδιάκριτος WH Treg NA28 ] + καὶ RP ἀνυπόκριτος· 18 καρπὸς ⸀δὲ*δὲ WH Treg NA28 ] + τῆς RPδικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
*3:3 εἰ δὲ WH Treg NA28 ] Ἴδε RP
†3:3 εἰς WH Treg NA28 ] πρὸς RP
‡3:4 ἀνέμων σκληρῶν WH Treg NA28 ] σκληρῶν ἀνέμων RP
§3:4 ἡ … βούλεται WH Treg NA28 ] ἂν ἡ … βούληται RP
*3:5 μεγάλα αὐχεῖ WH Treg NA28 ] μεγαλαυχεῖ RP
†3:5 ἡλίκον WH Treg NA28 ] ὀλίγον RP
‡3:6 ἀδικίας WH Treg NA28 ] + οὕτως RP
§3:8 δαμάσαι δύναται ἀνθρώπων WH Treg NA28 ] δύναται ἀνθρώπων δαμάσαι RP
*3:8 ἀκατάστατον WH Treg NA28 ] ἀκατάσχετον RP
†3:9 κύριον WH Treg NA28 ] θεὸν RP
‡3:12 οὔτε ἁλυκὸν WH Treg NA28 ] Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ RP
§3:17 ἀδιάκριτος WH Treg NA28 ] + καὶ RP
*3:18 δὲ WH Treg NA28 ] + τῆς RP