7
Καὶ ⸂μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς*μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NA28 ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸀θεωρήσουσινθεωρήσουσιν WH Treg NA28 ] θεωρήσωσιν RP ⸂σοῦ τὰ ἔργασοῦ τὰ ἔργα WH Treg NA28 ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV ἃ ποιεῖς· οὐδεὶς γάρ ⸂τι ἐν κρυπτῷ§τι ἐν κρυπτῷ WH Treg NA28 ] ἐν κρυπτῷ τι RP ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴν ⸀ἑορτήν*ἑορτήν WH Treg NA28 ] + ταύτην RP ἐγὼ ⸀οὐκοὐκ Treg NA28 ] οὔπω WH NIV RP ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ⸂ἐμὸς καιρὸςἐμὸς καιρὸς WH Treg NA28 ] καιρὸς ὁ ἐμὸς RP οὔπω πεπλήρωται. ταῦτα ⸀δὲ§δὲ WH NA28 RP ] – Treg εἰπὼν ⸀αὐτὸς*αὐτὸς Treg NA28 ] αὐτοῖς WH RPἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ ⸂εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη⸃, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ.εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη WH Treg NA28 ] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς ⸂περὶ αὐτοῦ ἦν πολὺςπερὶ αὐτοῦ ἦν πολὺς WH Treg NA28 ] πολὺς περὶ αὐτοῦ ἦν RP ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι ⸀δὲ§δὲ WH Treg NA28 ] – RPἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ⸀ἀνέβη*ἀνέβη WH Treg NA28 ] + ὁ RPἸησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 15 ⸂ἐθαύμαζον οὖνἐθαύμαζον οὖν WH Treg NA28 ] Καὶ ἐθαύμαζον RP οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖς ⸀ὁὁ NA28 RP ] – WH TregἸησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφʼ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 Οὐ Μωϋσῆς ⸀δέδωκεν§δέδωκεν NA28 RP ] ἔδωκεν WH Tregὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὁ ⸀ὄχλος*ὄχλος WH Treg NA28 ] + καὶ εἶπεν RP Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν— οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλʼ ἐκ τῶν πατέρων— καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴν ⸀λαμβάνειλαμβάνει Treg NA28 RP ] + ὁ WHἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 μὴ κρίνετεκρίνετε WH Treg NA28 ] κρίνατε RPκατʼ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ⸀κρίνετε.
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ⸀ἐστιν§ἐστιν WH Treg NA28 ] + ἀληθῶς RPὁ χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 ⸂ἐκ τοῦ ὄχλου δὲ πολλοὶ*ἐκ τοῦ ὄχλου δὲ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP ἐπίστευσαν εἰς αὐτόν, καὶ ⸀ἔλεγονἔλεγον WH Treg NA28 ] + ὅτι RP Ὁ χριστὸς ὅταν ἔλθῃ ⸀μὴμὴ WH Treg NA28 ] μήτι RP πλείονα ⸀σημεῖα§σημεῖα WH Treg NA28 ] + τούτων RPποιήσει ὧν οὗτος ἐποίησεν;
32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ⸂οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας*οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας WH Treg NA28 ] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι ⸂χρόνον μικρὸνχρόνον μικρὸν WH Treg NA28 ] μικρὸν χρόνον RP μεθʼ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετεεὑρήσετε Treg RP ] + με WH NA28 καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν ⸂ὁ λόγος οὗτος§ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετε*εὑρήσετε Treg RP ] + με WH NA28 καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ⸀οὗοὗ WH Treg RP ] ὃ NA28 ἔμελλον λαμβάνειν οἱ ⸀πιστεύσαντεςπιστεύσαντες WH Treg NA28 ] πιστεύοντες RP εἰς αὐτόν· οὔπω γὰρ ἦν ⸀πνεῦμα§πνεῦμα WH NA28 ] + ἅγιον Treg RP; + δεδομένον NIV ὅτι Ἰησοῦς ⸀οὐδέπω*οὐδέπω NA28 RP ] οὔπω WH Tregἐδοξάσθη.
40 ⸂Ἐκ τοῦ ὄχλου οὖνἘκ τοῦ ὄχλου οὖν WH Treg NA28 ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP ἀκούσαντες ⸂τῶν λόγων τούτωντῶν λόγων τούτων WH Treg NA28 ] τὸν λόγον RP ⸀ἔλεγον§ἔλεγον Treg NA28 RP ] + ὅτι WH Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· ⸂οἱ δὲ*οἱ δὲ WH Treg NA28 ] Ἄλλοι RP ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 ⸀οὐχοὐχ WH Treg NA28 ] Οὐχὶ RP ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ, ⸂ἔρχεται ὁ χριστόςἔρχεται ὁ χριστός WH Treg NA28 ] ὁ χριστός ἔρχεται RP; 43 σχίσμα οὖν ⸂ἐγένετο ἐν τῷ ὄχλῳ§ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NA28 ] ἐν τῷ ὄχλῳ ἐγένετο RP διʼ αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ⸀ἐπέβαλεν*ἐπέβαλεν NA28 RP ] ἔβαλεν WH Tregἐπʼ αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε ⸂ἐλάλησεν οὕτωςἐλάλησεν οὕτως WH Treg NA28 ] οὕτως ἐλάλησεν RP ⸀ἄνθρωποςἄνθρωπος WH NA28 ] + ὡς οὗτος ὁ ἄνθρωπος Treg RP 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ⸀ἐπάρατοί§ἐπάρατοί WH Treg NA28 ] ἐπικατάρατοί RPεἰσιν. 50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ⸀ἐλθὼν*ἐλθὼν WH Treg NA28 ] + νυκτὸς RP πρὸς αὐτὸν ⸀πρότερονπρότερον WH Treg ] τὸ πρότερον NA28; – RP εἷς ὢν ἐξ αὐτῶν· 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ ⸂πρῶτον παρʼ αὐτοῦπρῶτον παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ πρότερον RP καὶ γνῷ τί ποιεῖ; 52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ⸂ἐκ τῆς Γαλιλαίας προφήτης§ἐκ τῆς Γαλιλαίας προφήτης WH Treg NA28 ] προφήτης ἐκ τῆς Γαλιλαίας RP οὐκ ⸀ἐγείρεται*ἐγείρεται WH Treg NA28 ] ἐγηγέρται RP; + 7:53–8:11 RP: 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.
53 ⟦καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·

*7:1 μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NA28 ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP

7:3 θεωρήσουσιν WH Treg NA28 ] θεωρήσωσιν RP

7:3 σοῦ τὰ ἔργα WH Treg NA28 ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV

§7:4 τι ἐν κρυπτῷ WH Treg NA28 ] ἐν κρυπτῷ τι RP

*7:8 ἑορτήν WH Treg NA28 ] + ταύτην RP

7:8 οὐκ Treg NA28 ] οὔπω WH NIV RP

7:8 ἐμὸς καιρὸς WH Treg NA28 ] καιρὸς ὁ ἐμὸς RP

§7:9 δὲ WH NA28 RP ] – Treg

*7:9 αὐτὸς Treg NA28 ] αὐτοῖς WH RP

7:10 εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη WH Treg NA28 ] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP

7:12 περὶ αὐτοῦ ἦν πολὺς WH Treg NA28 ] πολὺς περὶ αὐτοῦ ἦν RP

§7:12 δὲ WH Treg NA28 ] – RP

*7:14 ἀνέβη WH Treg NA28 ] + ὁ RP

7:15 ἐθαύμαζον οὖν WH Treg NA28 ] Καὶ ἐθαύμαζον RP

7:16 ὁ NA28 RP ] – WH Treg

§7:19 δέδωκεν NA28 RP ] ἔδωκεν WH Treg

*7:20 ὄχλος WH Treg NA28 ] + καὶ εἶπεν RP

7:23 λαμβάνει Treg NA28 RP ] + ὁ WH

7:24 κρίνετε WH Treg NA28 ] κρίνατε RP

§7:26 ἐστιν WH Treg NA28 ] + ἀληθῶς RP

*7:31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP

7:31 ἔλεγον WH Treg NA28 ] + ὅτι RP

7:31 μὴ WH Treg NA28 ] μήτι RP

§7:31 σημεῖα WH Treg NA28 ] + τούτων RP

*7:32 οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας WH Treg NA28 ] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP

7:33 χρόνον μικρὸν WH Treg NA28 ] μικρὸν χρόνον RP

7:34 εὑρήσετε Treg RP ] + με WH NA28

§7:36 ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP

*7:36 εὑρήσετε Treg RP ] + με WH NA28

7:39 οὗ WH Treg RP ] ὃ NA28

7:39 πιστεύσαντες WH Treg NA28 ] πιστεύοντες RP

§7:39 πνεῦμα WH NA28 ] + ἅγιον Treg RP; + δεδομένον NIV

*7:39 οὐδέπω NA28 RP ] οὔπω WH Treg

7:40 Ἐκ τοῦ ὄχλου οὖν WH Treg NA28 ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP

7:40 τῶν λόγων τούτων WH Treg NA28 ] τὸν λόγον RP

§7:40 ἔλεγον Treg NA28 RP ] + ὅτι WH

*7:41 οἱ δὲ WH Treg NA28 ] Ἄλλοι RP

7:42 οὐχ WH Treg NA28 ] Οὐχὶ RP

7:42 ἔρχεται ὁ χριστός WH Treg NA28 ] ὁ χριστός ἔρχεται RP

§7:43 ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NA28 ] ἐν τῷ ὄχλῳ ἐγένετο RP

*7:44 ἐπέβαλεν NA28 RP ] ἔβαλεν WH Treg

7:46 ἐλάλησεν οὕτως WH Treg NA28 ] οὕτως ἐλάλησεν RP

7:46 ἄνθρωπος WH NA28 ] + ὡς οὗτος ὁ ἄνθρωπος Treg RP

§7:49 ἐπάρατοί WH Treg NA28 ] ἐπικατάρατοί RP

*7:50 ἐλθὼν WH Treg NA28 ] + νυκτὸς RP

7:50 πρότερον WH Treg ] τὸ πρότερον NA28; – RP

7:51 πρῶτον παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ πρότερον RP

§7:52 ἐκ τῆς Γαλιλαίας προφήτης WH Treg NA28 ] προφήτης ἐκ τῆς Γαλιλαίας RP

*7:52 ἐγείρεται WH Treg NA28 ] ἐγηγέρται RP; + 7:53–8:11 RP: 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.