9
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. ⸀ἡμᾶς*ἡμᾶς WH Treg NA28 ] Ἐμὲ RPδεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸀ἐπέχρισενἐπέχρισεν Treg NA28 RP ] ἐπέθηκεν WH ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] – RP τὸν πηλὸν ἐπὶ τοὺς ⸀ὀφθαλμούς§ὀφθαλμούς WH Treg NA28 ] + τοῦ τυφλοῦ RP καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτης*προσαίτης WH Treg NA28 ] τυφλὸς RPἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον· Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.ἔλεγον Οὐχί ἀλλὰ WH Treg NA28 ] δὲ ὅτι RP 10 ἔλεγον οὖν αὐτῷ· ⸀ΠῶςΠῶς Treg RP ] + οὖν WH NA28 ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ⸀ἐκεῖνος§ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP ⸂Ὁ ἄνθρωπος ὁ *Ὁ ἄνθρωπος ὁ WH Treg NA28 ] Ἄνθρωπος RP λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ⸀ὅτιὅτι WH Treg NA28 ] – RP Ὕπαγε εἰς ⸀τὸντὸν WH Treg NA28 ] τὴν κολυμβήθραν τοῦ RP Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν ⸀οὖν§οὖν WH Treg NA28 ] δὲ RPκαὶ νιψάμενος ἀνέβλεψα. 12 ⸂καὶ εἶπαν*καὶ εἶπαν WH Treg NA28 ] Εἶπον οὖν RP αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳἐν ᾗ ἡμέρᾳ WH Treg NA28 ] ὅτε RP τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωποςΟὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος WH Treg NA28 ] Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP , ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοι§ἄλλοι Treg RP ] + δὲ WH NA28ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσιν ⸀οὖν*οὖν WH Treg NA28 ] – RP τῷ τυφλῷ πάλιν· ⸂Τί σὺΤί σὺ WH Treg NA28 ] Σὺ τί RP λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.
18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦν τυφλὸςἦν τυφλὸς WH Treg NA28 ] τυφλὸς ἦν RP καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος§τοῦ ἀναβλέψαντος WH Treg RP NA28 ] – NIV 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ⸂βλέπει ἄρτι*βλέπει ἄρτι WH Treg NA28 ] ἄρτι βλέπει RP; 20 ἀπεκρίθησαν ⸀οὖνοὖν WH Treg NA28 ] δὲ αὐτοῖς RPοἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει WH Treg NA28 ] αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε RP 22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε§ἐπερωτήσατε WH NA28 ] ἐρωτήσατε Treg RP
24 Ἐφώνησαν οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου*τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NA28 ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸂οὗτος ὁ ἄνθρωποςοὗτος ὁ ἄνθρωπος WH NA28 ] ὁ ἄνθρωπος οὗτος Treg RP ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ⸀ἐκεῖνοςἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον ⸂οὖν αὐτῷ§οὖν αὐτῷ WH Treg NA28 ] δὲ αὐτῷ πάλιν RP· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ⸀ἐλοιδόρησαν*ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NA28; οἱ δὲ ἐλοιδόρησαν Treg αὐτὸν καὶ εἶπον· Σὺ ⸂μαθητὴς εἶμαθητὴς εἶ WH Treg NA28 ] εἶ μαθητὴς RP ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸτούτῳ γὰρ τὸ WH Treg NA28 ] γὰρ τούτῳ RP θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 ⸀οἴδαμεν§οἴδαμεν WH Treg NA28 ] + δὲ RP ὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς*ἁμαρτωλῶν ὁ θεὸς NA28 RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 ⸀ἬκουσενἬκουσεν WH NA28 ] + ὁ Treg RP Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν ⸀εἶπενεἶπεν WH NA28 ] + αὐτῷ Treg RP Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου§ἀνθρώπου WH NA28 ] θεοῦ Treg RP 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 ⸀εἶπεν*εἶπεν WH Treg NA28 ] + δὲ RPαὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 ⸀ἤκουσανἤκουσαν WH Treg NA28 ] Καὶ ἤκουσαν RP ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετʼ αὐτοῦ ὄντεςμετʼ αὐτοῦ ὄντες WH Treg NA28 ] ὄντες μετʼ αὐτοῦ RP , καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀ἡ§ἡ WH Treg NA28 ] + οὖν RPἁμαρτία ὑμῶν μένει.

*9:4 ἡμᾶς WH Treg NA28 ] Ἐμὲ RP

9:6 ἐπέχρισεν Treg NA28 RP ] ἐπέθηκεν WH

9:6 αὐτοῦ WH Treg NA28 ] – RP

§9:6 ὀφθαλμούς WH Treg NA28 ] + τοῦ τυφλοῦ RP

*9:8 προσαίτης WH Treg NA28 ] τυφλὸς RP

9:9 ἔλεγον Οὐχί ἀλλὰ WH Treg NA28 ] δὲ ὅτι RP

9:10 Πῶς Treg RP ] + οὖν WH NA28

§9:11 ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP

*9:11 Ὁ ἄνθρωπος ὁ WH Treg NA28 ] Ἄνθρωπος RP

9:11 ὅτι WH Treg NA28 ] – RP

9:11 τὸν WH Treg NA28 ] τὴν κολυμβήθραν τοῦ RP

§9:11 οὖν WH Treg NA28 ] δὲ RP

*9:12 καὶ εἶπαν WH Treg NA28 ] Εἶπον οὖν RP

9:14 ἐν ᾗ ἡμέρᾳ WH Treg NA28 ] ὅτε RP

9:16 Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος WH Treg NA28 ] Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP

§9:16 ἄλλοι Treg RP ] + δὲ WH NA28

*9:17 οὖν WH Treg NA28 ] – RP

9:17 Τί σὺ WH Treg NA28 ] Σὺ τί RP

9:18 ἦν τυφλὸς WH Treg NA28 ] τυφλὸς ἦν RP

§9:18 τοῦ ἀναβλέψαντος WH Treg RP NA28 ] – NIV

*9:19 βλέπει ἄρτι WH Treg NA28 ] ἄρτι βλέπει RP

9:20 οὖν WH Treg NA28 ] δὲ αὐτοῖς RP

9:21 αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει WH Treg NA28 ] αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε RP

§9:23 ἐπερωτήσατε WH NA28 ] ἐρωτήσατε Treg RP

*9:24 τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NA28 ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP

9:24 οὗτος ὁ ἄνθρωπος WH NA28 ] ὁ ἄνθρωπος οὗτος Treg RP

9:25 ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP

§9:26 οὖν αὐτῷ WH Treg NA28 ] δὲ αὐτῷ πάλιν RP

*9:28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NA28; οἱ δὲ ἐλοιδόρησαν Treg

9:28 μαθητὴς εἶ WH Treg NA28 ] εἶ μαθητὴς RP

9:30 τούτῳ γὰρ τὸ WH Treg NA28 ] γὰρ τούτῳ RP

§9:31 οἴδαμεν WH Treg NA28 ] + δὲ RP

*9:31 ἁμαρτωλῶν ὁ θεὸς NA28 RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg

9:35 Ἤκουσεν WH NA28 ] + ὁ Treg RP

9:35 εἶπεν WH NA28 ] + αὐτῷ Treg RP

§9:35 ἀνθρώπου WH NA28 ] θεοῦ Treg RP

*9:37 εἶπεν WH Treg NA28 ] + δὲ RP

9:40 ἤκουσαν WH Treg NA28 ] Καὶ ἤκουσαν RP

9:40 μετʼ αὐτοῦ ὄντες WH Treg NA28 ] ὄντες μετʼ αὐτοῦ RP

§9:41 ἡ WH Treg NA28 ] + οὖν RP