17
Ταῦτα ⸀ἐλάλησεν*ἐλάλησεν WH Treg NA28 ] + ὁ RP Ἰησοῦς, καὶ ⸂ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπενἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NA28 ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP · Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ⸀ἵναἵνα WH Treg NA28 ] + καὶ RP ὁ ⸀υἱὸς§υἱὸς WH Treg NA28 ] + σου RPδοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ ⸀δώσῃ*δώσῃ Treg NA28 ] δώσει WH RPαὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ⸀τελειώσαςτελειώσας WH Treg NA28 ] ἐτελείωσα RPὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ⸀ἔδωκάς⸀ἔδωκάς WH Treg NA28 ] δέδωκάς RP μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ⸁ἔδωκας§⸁ἔδωκας WH Treg NA28 ] δέδωκας RP καὶ τὸν λόγον σου τετήρηκαν. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ⸀δέδωκάς*δέδωκάς Treg NA28 RP ] ἔδωκάς WH μοι παρὰ σοῦ ⸀εἰσινεἰσιν WH Treg NA28 ] ἐστιν RP ὅτι τὰ ῥήματα ἃ ⸀ἔδωκάςἔδωκάς WH Treg NA28 ] δέδωκάς RPμοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ ⸀αὐτοὶ§αὐτοὶ WH NA28 ] οὗτοι Treg RP ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν ⸀καθὼς*καθὼς WH NA28 RP ] + καὶ Tregἡμεῖς. 12 ὅτε ἤμην μετʼ ⸀αὐτῶναὐτῶν WH Treg NA28 ] + ἐν τῷ κόσμῳ RP ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ⸀ᾧᾧ WH Treg NA28 ] οὓς RP δέδωκάς μοι, ⸀καὶ§καὶ WH Treg NA28 ] – RPἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ⸀ἑαυτοῖς*ἑαυτοῖς WH Treg NA28 ] αὐτοῖς RP 14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλʼ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ ⸂οὐκ εἰμὶ ἐκ τοῦ κόσμουοὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NA28 ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP. 17 ἁγίασον αὐτοὺς ἐν τῇ ⸀ἀληθείᾳἀληθείᾳ WH Treg NA28 ] + σου RP ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ⸂ὦσιν καὶ αὐτοὶ§ὦσιν καὶ αὐτοὶ WH Treg NA28 ] καὶ αὐτοὶ ὦσιν RP ἡγιασμένοι ἐν ἀληθείᾳ.
20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, ⸀πάτερ*πάτερ WH NA28 RP ] πατὴρ Treg ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ⸀ἡμῖνἡμῖν WH Treg NA28 ] + ἓν RP ὦσιν, ἵνα ὁ κόσμος ⸀πιστεύῃπιστεύῃ WH Treg NA28 ] πιστεύσῃ RPὅτι σύ με ἀπέστειλας. 22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ⸀ἕν§ἕν WH Treg NA28 ] + ἐσμεν RP 23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα*ἵνα WH Treg NA28 ] καὶ ἵνα RPὦσιν τετελειωμένοι εἰς ἕν, ⸀ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24 ⸀πάτερπάτερ WH NA28 RP ] Πατήρ Treg ⸀ὃὃ WH Treg NA28 ] οὕς RP δέδωκάς§δέδωκάς WH Treg NA28 ] ἔδωκάς RPμοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετʼ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν ⸀δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
25 ⸀Πάτερ*Πάτερ WH NA28 RP ] Πατὴρ Tregδίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

*17:1 ἐλάλησεν WH Treg NA28 ] + ὁ RP

17:1 ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NA28 ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP

17:1 ἵνα WH Treg NA28 ] + καὶ RP

§17:1 υἱὸς WH Treg NA28 ] + σου RP

*17:2 δώσῃ Treg NA28 ] δώσει WH RP

17:4 τελειώσας WH Treg NA28 ] ἐτελείωσα RP

17:6 ⸀ἔδωκάς WH Treg NA28 ] δέδωκάς RP

§17:6 ⸁ἔδωκας WH Treg NA28 ] δέδωκας RP

*17:7 δέδωκάς Treg NA28 RP ] ἔδωκάς WH

17:7 εἰσιν WH Treg NA28 ] ἐστιν RP

17:8 ἔδωκάς WH Treg NA28 ] δέδωκάς RP

§17:11 αὐτοὶ WH NA28 ] οὗτοι Treg RP

*17:11 καθὼς WH NA28 RP ] + καὶ Treg

17:12 αὐτῶν WH Treg NA28 ] + ἐν τῷ κόσμῳ RP

17:12 ᾧ WH Treg NA28 ] οὓς RP

§17:12 καὶ WH Treg NA28 ] – RP

*17:13 ἑαυτοῖς WH Treg NA28 ] αὐτοῖς RP

17:16 οὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NA28 ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP

17:17 ἀληθείᾳ WH Treg NA28 ] + σου RP

§17:19 ὦσιν καὶ αὐτοὶ WH Treg NA28 ] καὶ αὐτοὶ ὦσιν RP

*17:21 πάτερ WH NA28 RP ] πατὴρ Treg

17:21 ἡμῖν WH Treg NA28 ] + ἓν RP

17:21 πιστεύῃ WH Treg NA28 ] πιστεύσῃ RP

§17:22 ἕν WH Treg NA28 ] + ἐσμεν RP

*17:23 ἵνα WH Treg NA28 ] καὶ ἵνα RP

17:24 πάτερ WH NA28 RP ] Πατήρ Treg

17:24 ὃ WH Treg NA28 ] οὕς RP

§17:24 δέδωκάς WH Treg NA28 ] ἔδωκάς RP

*17:25 Πάτερ WH NA28 RP ] Πατὴρ Treg