21
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ⸀ὁ*ὁ NA28 RP ] – WH TregἸησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ ⸀πλοῖονπλοῖον WH Treg NA28 ] + εὐθύς RP καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη ⸀γενομένηςγενομένης NA28 RP ] γινομένης WH Treg ⸀ἔστη§ἔστη WH Treg NA28 ] + ὁ RPἸησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. λέγει οὖν αὐτοῖς ⸀ὁ*ὁ Treg NA28 RP ] – WHἸησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ⸀ἴσχυονἴσχυον WH Treg NA28 ] ἴσχυσαν RPἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη ⸀οὖνοὖν WH Treg NA28 ] – RP Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ⸂εἰς τὴν γῆν§εἰς τὴν γῆν WH Treg NA28 ] ἐπὶ τῆς γῆς RP μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς ⸀δὲ*δὲ Treg NA28 RP ] – WHἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13 ⸀ἔρχεταιἔρχεται WH Treg NA28 ] + οὖν RP ⸀ὁὁ RP ] – WH Treg NA28Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 τοῦτο ἤδη τρίτον ἐφανερώθη ⸀ὁ§ὁ RP ] – WH Treg NA28 Ἰησοῦς τοῖς ⸀μαθηταῖς*μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RPἐγερθεὶς ἐκ νεκρῶν. 15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀ἸωάννουἸωάννου WH Treg NA28 ] Ἰωνᾶ RP ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀ἸωάννουἸωάννου WH Treg NA28 ] Ἰωνᾶ RP ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου§Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν*εἶπεν WH Treg RP ] λέγει NA28 αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ ⸀εἶπεν αὐτῷ· Κύριε, ⸂πάντα σὺπάντα σὺ WH Treg NA28 ] σὺ πάντα RP οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ⸀ὁὁ NA28 RP ] – WH Treg Ἰησοῦς· Βόσκε τὰ ⸀πρόβατά§πρόβατά WH NA28 RP ] προβάτιά Tregμου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει*σε ζώσει NA28 RP ] ζώσει σε WH Treg καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. 20 ⸀ἘπιστραφεὶςἘπιστραφεὶς WH Treg NA28 ] + δὲ RPὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον ⸀οὖνοὖν WH Treg NA28 ] – RPἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει§μοι ἀκολούθει WH Treg NA28 ] ἀκολούθει μοι RP. 23 ἐξῆλθεν οὖν ⸂οὗτος ὁ λόγος*οὗτος ὁ λόγος WH Treg NA28 ] ὁ λόγος οὗτος RP εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπεν δὲοὐκ εἶπεν δὲ WH Treg NA28 ] καὶ οὐκ εἶπεν RP αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλʼ· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; 24 Οὗτός ἐστιν ὁ ὁ WH Treg NA28 ] – RP μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ⸀ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν§αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NA28 ] ἐστὶν ἡ μαρτυρία αὐτοῦ RP. 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ*ἃ WH Treg NA28 ] ὅσα RP ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον ⸀χωρήσεινχωρήσειν WH Treg ] χωρῆσαι NA28 RP τὰ γραφόμενα ⸀βιβλίαβιβλία WH Treg NA28 ] + Ἀμήν RP ‘/book’

*21:1 ὁ NA28 RP ] – WH Treg

21:3 πλοῖον WH Treg NA28 ] + εὐθύς RP

21:4 γενομένης NA28 RP ] γινομένης WH Treg

§21:4 ἔστη WH Treg NA28 ] + ὁ RP

*21:5 ὁ Treg NA28 RP ] – WH

21:6 ἴσχυον WH Treg NA28 ] ἴσχυσαν RP

21:11 οὖν WH Treg NA28 ] – RP

§21:11 εἰς τὴν γῆν WH Treg NA28 ] ἐπὶ τῆς γῆς RP

*21:12 δὲ Treg NA28 RP ] – WH

21:13 ἔρχεται WH Treg NA28 ] + οὖν RP

21:13 ὁ RP ] – WH Treg NA28

§21:14 ὁ RP ] – WH Treg NA28

*21:14 μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP

21:15 Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP

21:16 Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP

§21:17 Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP

*21:17 εἶπεν WH Treg RP ] λέγει NA28

21:17 πάντα σὺ WH Treg NA28 ] σὺ πάντα RP

21:17 ὁ NA28 RP ] – WH Treg

§21:17 πρόβατά WH NA28 RP ] προβάτιά Treg

*21:18 σε ζώσει NA28 RP ] ζώσει σε WH Treg

21:20 Ἐπιστραφεὶς WH Treg NA28 ] + δὲ RP

21:21 οὖν WH Treg NA28 ] – RP

§21:22 μοι ἀκολούθει WH Treg NA28 ] ἀκολούθει μοι RP

*21:23 οὗτος ὁ λόγος WH Treg NA28 ] ὁ λόγος οὗτος RP

21:23 οὐκ εἶπεν δὲ WH Treg NA28 ] καὶ οὐκ εἶπεν RP

21:24 ὁ WH Treg NA28 ] – RP

§21:24 αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NA28 ] ἐστὶν ἡ μαρτυρία αὐτοῦ RP

*21:25 ἃ WH Treg NA28 ] ὅσα RP

21:25 χωρήσειν WH Treg ] χωρῆσαι NA28 RP

21:25 βιβλία WH Treg NA28 ] + Ἀμήν RP