ΚΑΤΑ ΛΟΥΚΑΝ
1
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
Ἐγένετο ἐν ταῖς ἡμέραις ⸀Ἡρῴδου*Ἡρῴδου WH Treg NA28 ] + τοῦ RP βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, ⸀καὶκαὶ WH Treg NA28 ] + ἡ RP γυνὴ ⸀αὐτῷαὐτῷ WH Treg NA28 ] αὐτοῦ RPἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι ⸀ἐναντίον§ἐναντίον WH Treg NA28 ] ἐνώπιον RPτοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ⸂ἦν ἡ Ἐλισάβετ*ἦν ἡ Ἐλισάβετ WH Treg NA28 ] ἡ Ἐλισάβετ ἦν RP στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· 11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν. 13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ ⸀γενέσειγενέσει WH Treg NA28 ] γεννήσει RPαὐτοῦ χαρήσονται· 15 ἔσται γὰρ μέγας ἐνώπιον ⸀τοῦτοῦ Treg NA28 RP ] – WHκυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. 18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ⸂ἐν τῷ ναῷ αὐτόν§ἐν τῷ ναῷ αὐτόν WH NA28 ] αὐτὸν ἐν τῷ ναῷ Treg RP. 22 ἐξελθὼν δὲ οὐκ ⸀ἐδύνατο*ἐδύνατο WH Treg NA28 ] ἠδύνατο RPλαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα 25 ὅτι Οὕτως μοι ⸀πεποίηκενπεποίηκεν WH Treg NA28 ] + ὁ RP κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ⸀ἀφελεῖνἀφελεῖν WH Treg NA28 ] + τὸ RPὄνειδός μου ἐν ἀνθρώποις.
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ⸀ἀπὸ§ἀπὸ WH Treg NA28 ] ὑπὸ RPτοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ 27 πρὸς παρθένον ⸀ἐμνηστευμένην*ἐμνηστευμένην WH Treg NA28 ] μεμνηστευμένην RPἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ ⸀εἰσελθὼνεἰσελθὼν WH NA28 ] + ὁ ἄγγελος Treg NIV RP πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ ⸀σοῦσοῦ WH NA28 ] + εὐλογημένη σὺ ἐν γυναιξίν Treg RP 29 ἡ δὲ ⸂ἐπὶ τῷ λόγῳ διεταράχθη§ἐπὶ τῷ λόγῳ διεταράχθη WH Treg NA28 ] ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ RP καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· 36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ ⸀συγγενίς*συγγενίς WH NA28 ] συγγενής Treg RP σου καὶ αὐτὴ ⸀συνείληφενσυνείληφεν WH Treg NA28 ] συνείληφυῖα RPυἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ ⸂τοῦ θεοῦτοῦ θεοῦ WH Treg NA28 ] τῷ θεῷ RP πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος.
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν ⸂τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ§τὸν … Μαρίας ἡ Ἐλισάβετ WH Treg NA28 ] ἡ Ἐλισάβετ τὸν … Μαρίας RP, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, 42 καὶ ἀνεφώνησεν ⸀κραυγῇ*κραυγῇ WH Treg NA28 ] φωνῇ RPμεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ⸀ἐμέἐμέ WH NA28 ] μέ Treg RP 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ⸂ἐν ἀγαλλιάσει τὸ βρέφοςἐν ἀγαλλιάσει τὸ βρέφος WH Treg NA28 ] τὸ βρέφος ἐν ἀγαλλιάσει RP ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
46 Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου· 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· 49 ὅτι ἐποίησέν μοι ⸀μεγάλα§μεγάλα WH Treg NA28 ] μεγαλεῖα RPὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, 50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς ⸂καὶ γενεὰς*καὶ γενεὰς WH Treg NA28 ] γενεῶν RP τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς, 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. 56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ⸀ὡςὡς WH Treg NA28 ] ὡσεὶ RPμῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ ⸂ἡμέρᾳ τῇ ὀγδόῃἡμέρᾳ τῇ ὀγδόῃ WH Treg NA28 ] ὀγδόῃ ἡμέρᾳ RP ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ⸂ἐκ τῆς συγγενείας§ἐκ τῆς συγγενείας WH Treg NA28 ] ἐν τῇ συγγενείᾳ RP σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι ⸀αὐτό*αὐτό WH Treg NA28 ] αὐτόν RP 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ⸀ἐστὶνἐστὶν WH Treg NA28 ] + τὸ RPὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ ⸀γὰργὰρ WH Treg NA28 ] – RPχεὶρ κυρίου ἦν μετʼ αὐτοῦ.
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ⸀ἐπροφήτευσεν§ἐπροφήτευσεν WH Treg NA28 ] προεφήτευσεν RPλέγων· 68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ⸀ἐν*ἐν WH Treg NA28 ] + τῷ RP οἴκῳ ⸀ΔαυὶδΔαυὶδ WH Treg NA28 ] + τοῦ RPπαιδὸς αὐτοῦ, 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ⸀ἁγίωνἁγίων WH Treg NA28 ] + τῶν RPἀπʼ αἰῶνος προφητῶν αὐτοῦ, 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν 74 ἀφόβως ἐκ χειρὸς ⸀ἐχθρῶν§ἐχθρῶν WH Treg NA28 ] τῶν ἐχθρῶν ἡμῶν RPῥυσθέντας λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ ⸂πάσαις ταῖς ἡμέραις*πάσαις ταῖς ἡμέραις WH Treg NA28 ] πάσας τὰς ἡμέρας τὴς ζωῆς RP ἡμῶν. 76 καὶ σὺ ⸀δέδέ WH Treg NA28 ] – RP παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ⸀ἐνώπιονἐνώπιον WH NA28 ] πρὸ προσώπου Treg RPκυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ⸀ἐπισκέψεται§ἐπισκέψεται WH NA28 ] ἐπεσκέψατο Treg RPἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

*1:5 Ἡρῴδου WH Treg NA28 ] + τοῦ RP

1:5 καὶ WH Treg NA28 ] + ἡ RP

1:5 αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP

§1:6 ἐναντίον WH Treg NA28 ] ἐνώπιον RP

*1:7 ἦν ἡ Ἐλισάβετ WH Treg NA28 ] ἡ Ἐλισάβετ ἦν RP

1:14 γενέσει WH Treg NA28 ] γεννήσει RP

1:15 τοῦ Treg NA28 RP ] – WH

§1:21 ἐν τῷ ναῷ αὐτόν WH NA28 ] αὐτὸν ἐν τῷ ναῷ Treg RP

*1:22 ἐδύνατο WH Treg NA28 ] ἠδύνατο RP

1:25 πεποίηκεν WH Treg NA28 ] + ὁ RP

1:25 ἀφελεῖν WH Treg NA28 ] + τὸ RP

§1:26 ἀπὸ WH Treg NA28 ] ὑπὸ RP

*1:27 ἐμνηστευμένην WH Treg NA28 ] μεμνηστευμένην RP

1:28 εἰσελθὼν WH NA28 ] + ὁ ἄγγελος Treg NIV RP

1:28 σοῦ WH NA28 ] + εὐλογημένη σὺ ἐν γυναιξίν Treg RP

§1:29 ἐπὶ τῷ λόγῳ διεταράχθη WH Treg NA28 ] ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ RP

*1:36 συγγενίς WH NA28 ] συγγενής Treg RP

1:36 συνείληφεν WH Treg NA28 ] συνείληφυῖα RP

1:37 τοῦ θεοῦ WH Treg NA28 ] τῷ θεῷ RP

§1:41 τὸν … Μαρίας ἡ Ἐλισάβετ WH Treg NA28 ] ἡ Ἐλισάβετ τὸν … Μαρίας RP

*1:42 κραυγῇ WH Treg NA28 ] φωνῇ RP

1:43 ἐμέ WH NA28 ] μέ Treg RP

1:44 ἐν ἀγαλλιάσει τὸ βρέφος WH Treg NA28 ] τὸ βρέφος ἐν ἀγαλλιάσει RP

§1:49 μεγάλα WH Treg NA28 ] μεγαλεῖα RP

*1:50 καὶ γενεὰς WH Treg NA28 ] γενεῶν RP

1:56 ὡς WH Treg NA28 ] ὡσεὶ RP

1:59 ἡμέρᾳ τῇ ὀγδόῃ WH Treg NA28 ] ὀγδόῃ ἡμέρᾳ RP

§1:61 ἐκ τῆς συγγενείας WH Treg NA28 ] ἐν τῇ συγγενείᾳ RP

*1:62 αὐτό WH Treg NA28 ] αὐτόν RP

1:63 ἐστὶν WH Treg NA28 ] + τὸ RP

1:66 γὰρ WH Treg NA28 ] – RP

§1:67 ἐπροφήτευσεν WH Treg NA28 ] προεφήτευσεν RP

*1:69 ἐν WH Treg NA28 ] + τῷ RP

1:69 Δαυὶδ WH Treg NA28 ] + τοῦ RP

1:70 ἁγίων WH Treg NA28 ] + τῶν RP

§1:74 ἐχθρῶν WH Treg NA28 ] τῶν ἐχθρῶν ἡμῶν RP

*1:75 πάσαις ταῖς ἡμέραις WH Treg NA28 ] πάσας τὰς ἡμέρας τὴς ζωῆς RP

1:76 δέ WH Treg NA28 ] – RP

1:76 ἐνώπιον WH NA28 ] πρὸ προσώπου Treg RP

§1:78 ἐπισκέψεται WH NA28 ] ἐπεσκέψατο Treg RP