8
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ⸀ἐκ*ἐκ WH Treg NA28 ] ἀπὸ RPτῶν ὑπαρχόντων αὐταῖς.
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. καὶ ἕτερον ⸀κατέπεσενκατέπεσεν WH Treg NA28 ] ἔπεσεν RPἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα. καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] + λέγοντες RP τίς ⸂αὕτη εἴη ἡ παραβολή§αὕτη εἴη ἡ παραβολή WH NA28 ] εἴη ἡ παραβολὴ αὕτη Treg RP. 10 ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
11 Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ⸀ἀκούσαντες*ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιντίθησιν WH Treg NA28 ] ἐπιτίθησιν RP ἀλλʼ ἐπὶ λυχνίας ⸀τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ ⸂μὴ γνωσθῇμὴ γνωσθῇ WH Treg NA28 ] γνωσθήσεται RP καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ⸂ἂν γὰρ§ἂν γὰρ WH Treg NA28 ] γὰρ ἐὰν RP ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ⸀ἂν*ἂν WH Treg NA28 ] ἐὰν RPμὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.
19 ⸀ΠαρεγένετοΠαρεγένετο WH Treg NA28 ] Παρεγένοντο RPδὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 ⸂ἀπηγγέλη δὲἀπηγγέλη δὲ WH Treg NA28 ] Καὶ ἀπηγγέλη RP ⸀αὐτῷ§αὐτῷ WH Treg NA28 ] + λέγοντων RP Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ⸂σε θέλοντες*σε θέλοντες RP ] θέλοντές σε WH Treg NA28. 21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ⸀ποιοῦντεςποιοῦντες WH Treg NA28 ] + αὐτόν RP
22 ⸂Ἐγένετο δὲἘγένετο δὲ WH Treg NA28 ] Καὶ ἐγένετο RP ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν. 23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ ⸀διεγερθεὶς§διεγερθεὶς WH Treg NA28 ] ἐγερθεὶς RPἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 εἶπεν δὲ αὐτοῖς· ⸀Ποῦ*Ποῦ WH Treg NA28 ] + ἐστιν RPἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν ⸀ΓερασηνῶνΓερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. 27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ⸀ὑπήντησενὑπήντησεν WH NA28 ] + αὐτῷ Treg RP ἀνήρ τις ἐκ τῆς πόλεως ⸀ἔχων§ἔχων WH NA28 ] ὃς εἶχεν Treg RP δαιμόνια· ⸂καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον*καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον WH Treg NA28 ] ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν ⸀ἸησοῦνἸησοῦν WH Treg NA28 ] + καὶ RPἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 29 ⸀παρήγγελλενπαρήγγελλεν WH Treg ] παρήγγειλεν NA28 RP γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετο§ἐδεσμεύετο WH Treg NA28 ] ἐδεσμεῖτο RP ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸ*ὑπὸ Treg NA28 RP ] ἀπὸ WH τοῦ ⸀δαιμονίουδαιμονίου WH Treg NA28 ] δαίμονος RPεἰς τὰς ἐρήμους. 30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ ⸀ἸησοῦςἸησοῦς WH NA28 ] + λέγων Treg RP Τί σοι ⸂ὄνομά ἐστιν§ὄνομά ἐστιν WH Treg NA28 ] ἐστιν ὄνομα RP ; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ⸂εἰσῆλθεν δαιμόνια πολλὰ*εἰσῆλθεν δαιμόνια πολλὰ WH NA28 ] δαιμόνια πολλὰ εἰσῆλθεν Treg RP εἰς αὐτόν. 31 καὶ ⸀παρεκάλουνπαρεκάλουν WH Treg NA28 ] παρεκάλει RPαὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ⸀βοσκομένηβοσκομένη WH NA28 ] βοσκομένων Treg RP ἐν τῷ ὄρει· καὶ ⸀παρεκάλεσαν§παρεκάλεσαν WH Treg NA28 ] παρεκάλουν RPαὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ ⸀γεγονὸς*γεγονὸς WH Treg NA28 ] γεγενημένον RPἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ⸀ἐξῆλθενἐξῆλθεν WH NA28 ] ἐξεληλύθει Treg RPἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ ⸀αὐτοῖςαὐτοῖς WH Treg NA28 ] + καὶ RPοἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ ⸀ἠρώτησεν§ἠρώτησεν WH Treg NA28 ] ἠρώτησαν RP αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν ⸀Γερασηνῶν*Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς ⸀εἰςεἰς WH Treg NA28 ] + τὸ RPπλοῖον ὑπέστρεψεν. 38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ ⸀αὐτὸναὐτὸν WH Treg NA28 ] + ὁ Ἰησοῦς RPλέγων· 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ⸂σοι ἐποίησεν§σοι ἐποίησεν WH Treg NA28 ] ἐποίησεν σοι RP ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40 ⸂Ἐν δὲ*Ἐν δὲ WH Treg NA28 ] Ἐγένετο δὲ ἐν RP τῷ ⸀ὑποστρέφεινὑποστρέφειν WH NA28 ] ὑποστρέψαι Treg RPτὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ ⸀οὗτοςοὗτος WH Treg NA28 ] αὐτὸς RP ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ⸀τοῦ§τοῦ Treg NA28 RP ] – WHἸησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.
Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον*ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA28 ] – WH NIV οὐκ ἴσχυσεν ⸀ἀπʼἀπʼ WH Treg NA28 ] ὑπʼ RPοὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ ⸀ΠέτροςΠέτρος WH NA28 ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετʼ αὐτοῦ RP Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ⸀ἀποθλίβουσιν.§ ἀποθλίβουσιν WH NA28 ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ⸀ἐξεληλυθυῖαν*ἐξεληλυθυῖαν WH Treg NA28 ] ἐξελθοῦσαν RPἀπʼ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ ⸀ἀπήγγειλενἀπήγγειλεν WH Treg NA28 ] + αὐτῷ RPἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· ⸀ΘυγάτηρΘυγάτηρ WH Treg NA28 ] Θάρσει θύγατερ RP ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου ⸀λέγων§λέγων WH NA28 ] + αὐτῷ Treg RP ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, ⸀μηκέτι*μηκέτι WH Treg NA28 ] μὴ RPσκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη ⸀αὐτῷαὐτῷ WH Treg NA28 ] + λέγων RP Μὴ φοβοῦ, μόνον ⸀πίστευσονπίστευσον WH Treg NA28 ] πίστευε RP καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ⸂τινα σὺν αὐτῷ§τινα σὺν αὐτῷ WH Treg NA28 ] οὐδένα RP εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, ⸂οὐ γὰρ*οὐ γὰρ WH Treg NA28 ] οὐκ RP ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς ⸀δὲδὲ WH Treg NA28 ] + ἐκβαλὼν ἔξω πάντας καὶ RP κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ⸀ἔγειρεἔγειρε WH Treg NA28 ] ἔγειρου RP 55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

*8:3 ἐκ WH Treg NA28 ] ἀπὸ RP

8:6 κατέπεσεν WH Treg NA28 ] ἔπεσεν RP

8:9 αὐτοῦ WH Treg NA28 ] + λέγοντες RP

§8:9 αὕτη εἴη ἡ παραβολή WH NA28 ] εἴη ἡ παραβολὴ αὕτη Treg RP

*8:12 ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP

8:16 τίθησιν WH Treg NA28 ] ἐπιτίθησιν RP

8:17 μὴ γνωσθῇ WH Treg NA28 ] γνωσθήσεται RP

§8:18 ἂν γὰρ WH Treg NA28 ] γὰρ ἐὰν RP

*8:18 ἂν WH Treg NA28 ] ἐὰν RP

8:19 Παρεγένετο WH Treg NA28 ] Παρεγένοντο RP

8:20 ἀπηγγέλη δὲ WH Treg NA28 ] Καὶ ἀπηγγέλη RP

§8:20 αὐτῷ WH Treg NA28 ] + λέγοντων RP

*8:20 σε θέλοντες RP ] θέλοντές σε WH Treg NA28

8:21 ποιοῦντες WH Treg NA28 ] + αὐτόν RP

8:22 Ἐγένετο δὲ WH Treg NA28 ] Καὶ ἐγένετο RP

§8:24 διεγερθεὶς WH Treg NA28 ] ἐγερθεὶς RP

*8:25 Ποῦ WH Treg NA28 ] + ἐστιν RP

8:26 Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP

8:27 ὑπήντησεν WH NA28 ] + αὐτῷ Treg RP

§8:27 ἔχων WH NA28 ] ὃς εἶχεν Treg RP

*8:27 καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον WH Treg NA28 ] ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP

8:28 Ἰησοῦν WH Treg NA28 ] + καὶ RP

8:29 παρήγγελλεν WH Treg ] παρήγγειλεν NA28 RP

§8:29 ἐδεσμεύετο WH Treg NA28 ] ἐδεσμεῖτο RP

*8:29 ὑπὸ Treg NA28 RP ] ἀπὸ WH

8:29 δαιμονίου WH Treg NA28 ] δαίμονος RP

8:30 Ἰησοῦς WH NA28 ] + λέγων Treg RP

§8:30 ὄνομά ἐστιν WH Treg NA28 ] ἐστιν ὄνομα RP

*8:30 εἰσῆλθεν δαιμόνια πολλὰ WH NA28 ] δαιμόνια πολλὰ εἰσῆλθεν Treg RP

8:31 παρεκάλουν WH Treg NA28 ] παρεκάλει RP

8:32 βοσκομένη WH NA28 ] βοσκομένων Treg RP

§8:32 παρεκάλεσαν WH Treg NA28 ] παρεκάλουν RP

*8:34 γεγονὸς WH Treg NA28 ] γεγενημένον RP

8:35 ἐξῆλθεν WH NA28 ] ἐξεληλύθει Treg RP

8:36 αὐτοῖς WH Treg NA28 ] + καὶ RP

§8:37 ἠρώτησεν WH Treg NA28 ] ἠρώτησαν RP

*8:37 Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP

8:37 εἰς WH Treg NA28 ] + τὸ RP

8:38 αὐτὸν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§8:39 σοι ἐποίησεν WH Treg NA28 ] ἐποίησεν σοι RP

*8:40 Ἐν δὲ WH Treg NA28 ] Ἐγένετο δὲ ἐν RP

8:40 ὑποστρέφειν WH NA28 ] ὑποστρέψαι Treg RP

8:41 οὗτος WH Treg NA28 ] αὐτὸς RP

§8:41 τοῦ Treg NA28 RP ] – WH

*8:43 ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA28 ] – WH NIV

8:43 ἀπʼ WH Treg NA28 ] ὑπʼ RP

8:45 Πέτρος WH NA28 ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετʼ αὐτοῦ RP

§8:45 ἀποθλίβουσιν WH NA28 ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP

*8:46 ἐξεληλυθυῖαν WH Treg NA28 ] ἐξελθοῦσαν RP

8:47 ἀπήγγειλεν WH Treg NA28 ] + αὐτῷ RP

8:48 Θυγάτηρ WH Treg NA28 ] Θάρσει θύγατερ RP

§8:49 λέγων WH NA28 ] + αὐτῷ Treg RP

*8:49 μηκέτι WH Treg NA28 ] μὴ RP

8:50 αὐτῷ WH Treg NA28 ] + λέγων RP

8:50 πίστευσον WH Treg NA28 ] πίστευε RP

§8:51 τινα σὺν αὐτῷ WH Treg NA28 ] οὐδένα RP

*8:52 οὐ γὰρ WH Treg NA28 ] οὐκ RP

8:54 δὲ WH Treg NA28 ] + ἐκβαλὼν ἔξω πάντας καὶ RP

8:54 ἔγειρε WH Treg NA28 ] ἔγειρου RP