11
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας ⸀διὰ*διὰ WH Treg NA28 ] δύο RPτῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσιν καὶκαὶ WH Treg NA28 ] – RPχωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, ⸀καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ⸀ἐὰνἐὰν NA28 RP ] ἂν WH Tregμὴ σκανδαλισθῇ ἐν ἐμοί.
Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν ⸀μαλακοῖς§μαλακοῖς WH Treg NA28 ] + ἱματίοις RP ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν ⸀βασιλέων*βασιλέων WH Treg NA28 ] βασιλείων RP ⸀εἰσίνεἰσίν Treg NA28 RP ] – WH ἀλλὰ τί ἐξήλθατε⸂; προφήτην ἰδεῖν⸃; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.; προφήτην ἰδεῖν WH ] ἰδεῖν; προφήτην Treg NA28 RP 10 ⸀οὗτός§οὗτός WH NA28 ] + γάρ Treg RPἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 11 ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12 ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13 πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν· 14 καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15 ὁ ἔχων ⸀ὦτα*ὦτα WH NA28 ] + ἀκούειν Treg RPἀκουέτω.
16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις ⸂καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροιςκαθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις WH Treg NA28 ] ἐν ἀγοραῖς καθημένοις καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν RP 17 ⸀λέγουσινλέγουσιν WH Treg NA28 ] καὶ λέγουσιν RP Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε·§ ἐθρηνήσαμεν WH Treg NA28 ] + ὑμῖν RP 18 ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει· 19 ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ⸀ἔργων*ἔργων WH Treg NA28 ] τέκνων RPαὐτῆς.
20 Τότε ⸀ἤρξατοἤρξατο WH Treg RP NA28 ] + ὁ Ἰησοῦς NIVὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· 21 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23 καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃμὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NA28 ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP ; ἕως ᾅδου ⸀καταβήσῃ§καταβήσῃ WH Treg NA28 ] καταβιβασθήσῃ RP ὅτι εἰ ἐν Σοδόμοις ⸀ἐγενήθησαν*ἐγενήθησαν WH Treg NA28 ] ἐγένοντο RP αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ⸀ἔμεινενἔμεινεν WH Treg NA28 ] ἔμειναν RPἂν μέχρι τῆς σήμερον. 24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ⸀ἔκρυψαςἔκρυψας WH Treg NA28 ] ἀπέκρυψας RPταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 26 ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο§εὐδοκία ἐγένετο WH NA28 ] ἐγένετο εὐδοκία Treg RP ἔμπροσθέν σου. 27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 ἄρατε τὸν ζυγόν μου ἐφʼ ὑμᾶς καὶ μάθετε ἀπʼ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

*11:2 διὰ WH Treg NA28 ] δύο RP

11:5 καὶ WH Treg NA28 ] – RP

11:6 ἐὰν NA28 RP ] ἂν WH Treg

§11:8 μαλακοῖς WH Treg NA28 ] + ἱματίοις RP

*11:8 βασιλέων WH Treg NA28 ] βασιλείων RP

11:8 εἰσίν Treg NA28 RP ] – WH

11:9 ; προφήτην ἰδεῖν WH ] ἰδεῖν; προφήτην Treg NA28 RP

§11:10 οὗτός WH NA28 ] + γάρ Treg RP

*11:15 ὦτα WH NA28 ] + ἀκούειν Treg RP

11:16 καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις WH Treg NA28 ] ἐν ἀγοραῖς καθημένοις καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν RP

11:17 λέγουσιν WH Treg NA28 ] καὶ λέγουσιν RP

§11:17 ἐθρηνήσαμεν WH Treg NA28 ] + ὑμῖν RP

*11:19 ἔργων WH Treg NA28 ] τέκνων RP

11:20 ἤρξατο WH Treg RP NA28 ] + ὁ Ἰησοῦς NIV

11:23 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NA28 ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP

§11:23 καταβήσῃ WH Treg NA28 ] καταβιβασθήσῃ RP

*11:23 ἐγενήθησαν WH Treg NA28 ] ἐγένοντο RP

11:23 ἔμεινεν WH Treg NA28 ] ἔμειναν RP

11:25 ἔκρυψας WH Treg NA28 ] ἀπέκρυψας RP

§11:26 εὐδοκία ἐγένετο WH NA28 ] ἐγένετο εὐδοκία Treg RP