14
Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, ἔλεγον ⸀γάρ*γάρ WH Treg NA28 ] δέ RP Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ⸂ἔσται θόρυβοςἔσται θόρυβος WH Treg NA28 ] θόρυβος ἔσται RP τοῦ λαοῦ.
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· ⸀συντρίψασασυντρίψασα WH NA28 ] καὶ συντρίψασα Treg RP ⸀τὴν§τὴν WH Treg NA28 ] τὸ RP ἀλάβαστρον κατέχεεν ⸀αὐτοῦ*αὐτοῦ WH Treg NA28 ] + κατὰ RPτῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ⸀ἑαυτούςἑαυτούς WH NA28 ] + καὶ λέγοντες Treg RP Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο ⸂τὸ μύροντὸ μύρον WH Treg NA28 ] – RP πραθῆναι ἐπάνω ⸂δηναρίων τριακοσίων§δηναρίων τριακοσίων WH Treg NA28 ] τριακοσίων δηναρίων RP καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε ⸀αὐτοῖς*αὐτοῖς NA28 Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RPεὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· ὃ ⸀ἔσχενἔσχεν WH NA28 ] + αὕτη Treg RP ἐποίησεν, προέλαβεν μυρίσαι ⸂τὸ σῶμά μουτὸ σῶμά μου WH Treg NA28 ] μου τὸ σῶμα RP εἰς τὸν ἐνταφιασμόν. ἀμὴν ⸀δὲ§δὲ WH Treg NA28 ] – RP λέγω ὑμῖν, ὅπου ⸀ἐὰν*ἐὰν WH NA28 RP ] ἂν Treg κηρυχθῇ τὸ ⸀εὐαγγέλιονεὐαγγέλιον WH Treg NA28 ] + τοῦτο RPεἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 ⸀ΚαὶΚαὶ WH Treg NA28 ] + ὁ RP Ἰούδας ⸂Ἰσκαριὼθ ὁ §Ἰσκαριὼθ ὁ WH NA28 ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν ⸂παραδοῖ αὐτοῖς*παραδοῖ αὐτοῖς WH Treg NA28 ] παραδῷ αὐτὸν RP. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς ⸂αὐτὸν εὐκαίρως παραδοῖαὐτὸν εὐκαίρως παραδοῖ WH Treg NA28 ] εὐκαίρως αὐτὸν παραδῷ RP.
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ⸀ἐὰνἐὰν WH NA28 RP ] ἂν Treg εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά ⸀μου§μου WH Treg NA28 ] – RPὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ*καὶ WH Treg NA28 ] – RPαὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· ⸀καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ ⸀μαθηταὶμαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RPκαὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ⸂ὁ Ἰησοῦς εἶπενὁ Ἰησοῦς εἶπεν WH NA28 ] εἶπεν ὁ Ἰησοῦς Treg RP· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετʼ ἐμοῦ. 19 ⸀ἤρξαντο§ἤρξαντο WH NA28 ] οἱ δὲ ἤρξαντο Treg RP λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι ⸀ἐγώ*ἐγώ WH Treg NA28 ] + Καὶ ἄλλος Μήτι ἐγώ RP 20 ὁ ⸀δὲδὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP εἶπεν αὐτοῖς· ⸀ΕἷςΕἷς WH NA28 ] + ἐκ Treg RP τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετʼ ἐμοῦ εἰς ⸀τὸ§τὸ Treg NA28 RP ] + ἓν WHτρύβλιον· 21 ⸀ὅτι*ὅτι WH Treg NA28 ] – RP ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· ⸀καλὸνκαλὸν WH NA28 ] + ἦν Treg RPαὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 Καὶ ἐσθιόντων αὐτῶν ⸀λαβὼνλαβὼν WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· ⸀Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.§ Λάβετε WH Treg NA28 ] + φάγετε RP 23 καὶ ⸀λαβὼν*λαβὼν WH Treg NA28 ] + τὸ RPποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου ⸀τῆςτῆς WH NA28 ] τὸ τῆς Treg; τὸ τῆς καινῆς RP διαθήκης τὸ ⸂ἐκχυννόμενον ὑπὲρ πολλῶνἐκχυννόμενον ὑπὲρ πολλῶν WH Treg NA28 ] περὶ πολλῶν ἐκχυνόμενον RP. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες ⸀σκανδαλισθήσεσθε§σκανδαλισθήσεσθε WH Treg NA28 ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ ⸂τὰ πρόβατα διασκορπισθήσονται*τὰ πρόβατα διασκορπισθήσονται WH Treg NA28 ] διασκορπισθήσεται τὰ πρόβατα RP. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· ⸂Εἰ καὶΕἰ καὶ WH Treg NA28 ] Καὶ εἰ RP πάντες σκανδαλισθήσονται, ἀλλʼ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ⸂ταύτῃ τῇ νυκτὶταύτῃ τῇ νυκτὶ WH Treg NA28 ] ἐν τῇ νυκτὶ ταύτῃ RP πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς ⸂με ἀπαρνήσῃ§με ἀπαρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ με RP. 31 ὁ δὲ ⸂ἐκπερισσῶς ἐλάλει*ἐκπερισσῶς ἐλάλει WH Treg NA28 ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP · Ἐὰν ⸂δέῃ μεδέῃ με WH Treg NA28 ] με δέῃ RP συναποθανεῖν σοι, οὐ μή σε ⸀ἀπαρνήσομαιἀπαρνήσομαι WH Treg NA28 ] ἀπαρνήσωμαι RP ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ⸂Ἰάκωβον καὶ§Ἰάκωβον καὶ Treg NIV RP ] τὸν Ἰάκωβον καὶ τὸν WH NA28 Ἰωάννην μετʼ ⸀αὐτοῦ*αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, 34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ ⸂προελθὼν μικρὸν ἔπιπτενπροελθὼν μικρὸν ἔπιπτεν WH NA28 ] προσελθὼν μικρὸν ἔπεσεν Treg RP ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπʼ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ⸂τοῦτο ἀπʼ ἐμοῦτοῦτο ἀπʼ ἐμοῦ WH Treg NA28 ] ἀπʼ ἐμοῦ τοῦτο RP· ἀλλʼ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ⸀ἔλθητε§ἔλθητε WH NA28 ] εἰσέλθητε Treg RPεἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ ⸂πάλιν ἐλθὼν εὗρεν αὐτοὺς*πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NA28 ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP καθεύδοντας, ἦσαν γὰρ ⸂αὐτῶν οἱ ὀφθαλμοὶαὐτῶν οἱ ὀφθαλμοὶ WH NA28 ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP ⸀καταβαρυνόμενοικαταβαρυνόμενοι WH Treg NA28 ] βεβαρημένοι RP καὶ οὐκ ᾔδεισαν τί ⸂ἀποκριθῶσιν αὐτῷ§ἀποκριθῶσιν αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῶσιν RP. 41 καὶ ἔρχεται τὸ*τὸ WH NA28 ] – Treg RPτρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.
43 Καὶ ⸀εὐθὺςεὐθὺς WH Treg NA28 ] εὐθέως RP ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ⸀ἸούδαςἸούδας NA28 RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg ⸀εἷς§εἷς WH Treg NA28 ] + ὢν RP τῶν δώδεκα καὶ μετʼ αὐτοῦ ⸀ὄχλος*ὄχλος WH Treg NA28 ] + πολὺς RPμετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ⸀ἀπάγετεἀπάγετε WH Treg NA28 ] ἀπαγάγετε RPἀσφαλῶς. 45 καὶ ἐλθὼν ⸀εὐθὺςεὐθὺς WH Treg NA28 ] εὐθέως RP προσελθὼν αὐτῷ λέγει· ⸀Ῥαββί§Ῥαββί WH Treg NA28 ] αὐτῷ Ῥαββί ῥαββί RP καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλαν ⸂τὰς χεῖρας αὐτῷ*τὰς χεῖρας αὐτῷ WH Treg NA28 ] ἐπʼ αὐτὸν τὰς χεῖρας αὐτῶν RP καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ ⸀τιςτις WH NA28 RP ] – Treg τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ⸀ὠτάριονὠτάριον WH Treg NA28 ] ὠτίον RP 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθʼ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλʼ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ⸂ἔφυγον πάντες§ἔφυγον πάντες WH Treg NA28 ] πάντες ἔφυγον RP.
51 Καὶ ⸂νεανίσκος τις*νεανίσκος τις WH Treg NA28 ] εἷς τις νεανίσκος RP ⸀συνηκολούθεισυνηκολούθει WH Treg NA28 ] ἠκολούθησεν RP αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν ⸀αὐτόναὐτόν WH Treg NA28 ] + οἱ νεανίσκοι RP 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ⸀ἔφυγεν§ἔφυγεν WH Treg NA28 ] + ἀπʼ αὐτῶν RP
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ ⸀συνέρχονται*συνέρχονται WH NA28 ] + αὐτῷ Treg RPπάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατʼ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατʼ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ ⸂οὐκ ἀπεκρίνατο οὐδένοὐκ ἀπεκρίνατο οὐδέν WH Treg NA28 ] οὐδὲν ἀπεκρίνατο RP. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ⸂ἔνοχον εἶναιἔνοχον εἶναι WH Treg NA28 ] εἶναι ἔνοχον RP θανάτου. 65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν ⸂αὐτοῦ τὸ πρόσωπον§αὐτοῦ τὸ πρόσωπον WH Treg NA28 ] τὸ πρόσωπον αὐτοῦ RP καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ⸀ἔλαβον*ἔλαβον WH Treg NA28 ] ἔβαλλον RP
66 Καὶ ὄντος τοῦ Πέτρου ⸂κάτω ἐν τῇ αὐλῇκάτω ἐν τῇ αὐλῇ WH Treg NA28 ] ἐν τῇ αὐλῇ κάτω RP ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ⸂ἦσθα τοῦ Ἰησοῦἦσθα τοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ ἦσθα RP· 68 ὁ δὲ ἠρνήσατο λέγων· ⸂Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί§Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί WH Treg NA28 ] Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ RP λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον ⸂καὶ ἀλέκτωρ ἐφώνησεν*καὶ ἀλέκτωρ ἐφώνησεν Treg RP NA28 ] – WH NIV. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ⸂ἤρξατο πάλινἤρξατο πάλιν WH NA28 ] πάλιν ἤρξατο Treg RP λέγειν τοῖς ⸀παρεστῶσινπαρεστῶσιν WH Treg NA28 ] παρεστηκόσιν RPὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ ⸂καὶ ἡ λαλιά σου ὁμοιάζει§καὶ ἡ λαλιά σου ὁμοιάζει RP ] – WH Treg NA28· 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ⸀εὐθὺς*εὐθὺς WH Treg NA28 ] – RP ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ⸀ὡςὡς WH Treg NA28 ] ὃ RP εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα ⸂φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃφωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ NA28 ] δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ WH Treg; φωνῆσαι δὶς ἀπαρνήσῃ με τρίς RP, καὶ ἐπιβαλὼν ἔκλαιεν.

*14:2 γάρ WH Treg NA28 ] δέ RP

14:2 ἔσται θόρυβος WH Treg NA28 ] θόρυβος ἔσται RP

14:3 συντρίψασα WH NA28 ] καὶ συντρίψασα Treg RP

§14:3 τὴν WH Treg NA28 ] τὸ RP

*14:3 αὐτοῦ WH Treg NA28 ] + κατὰ RP

14:4 ἑαυτούς WH NA28 ] + καὶ λέγοντες Treg RP

14:5 τὸ μύρον WH Treg NA28 ] – RP

§14:5 δηναρίων τριακοσίων WH Treg NA28 ] τριακοσίων δηναρίων RP

*14:7 αὐτοῖς NA28 Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP

14:8 ἔσχεν WH NA28 ] + αὕτη Treg RP

14:8 τὸ σῶμά μου WH Treg NA28 ] μου τὸ σῶμα RP

§14:9 δὲ WH Treg NA28 ] – RP

*14:9 ἐὰν WH NA28 RP ] ἂν Treg

14:9 εὐαγγέλιον WH Treg NA28 ] + τοῦτο RP

14:10 Καὶ WH Treg NA28 ] + ὁ RP

§14:10 Ἰσκαριὼθ ὁ WH NA28 ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP

*14:10 παραδοῖ αὐτοῖς WH Treg NA28 ] παραδῷ αὐτὸν RP

14:11 αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NA28 ] εὐκαίρως αὐτὸν παραδῷ RP

14:14 ἐὰν WH NA28 RP ] ἂν Treg

§14:14 μου WH Treg NA28 ] – RP

*14:15 καὶ WH Treg NA28 ] – RP

14:16 μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP

14:18 ὁ Ἰησοῦς εἶπεν WH NA28 ] εἶπεν ὁ Ἰησοῦς Treg RP

§14:19 ἤρξαντο WH NA28 ] οἱ δὲ ἤρξαντο Treg RP

*14:19 ἐγώ WH Treg NA28 ] + Καὶ ἄλλος Μήτι ἐγώ RP

14:20 δὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP

14:20 Εἷς WH NA28 ] + ἐκ Treg RP

§14:20 τὸ Treg NA28 RP ] + ἓν WH

*14:21 ὅτι WH Treg NA28 ] – RP

14:21 καλὸν WH NA28 ] + ἦν Treg RP

14:22 λαβὼν WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP

§14:22 Λάβετε WH Treg NA28 ] + φάγετε RP

*14:23 λαβὼν WH Treg NA28 ] + τὸ RP

14:24 τῆς WH NA28 ] τὸ τῆς Treg; τὸ τῆς καινῆς RP

14:24 ἐκχυννόμενον ὑπὲρ πολλῶν WH Treg NA28 ] περὶ πολλῶν ἐκχυνόμενον RP

§14:27 σκανδαλισθήσεσθε WH Treg NA28 ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP

*14:27 τὰ πρόβατα διασκορπισθήσονται WH Treg NA28 ] διασκορπισθήσεται τὰ πρόβατα RP

14:29 Εἰ καὶ WH Treg NA28 ] Καὶ εἰ RP

14:30 ταύτῃ τῇ νυκτὶ WH Treg NA28 ] ἐν τῇ νυκτὶ ταύτῃ RP

§14:30 με ἀπαρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ με RP

*14:31 ἐκπερισσῶς ἐλάλει WH Treg NA28 ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP

14:31 δέῃ με WH Treg NA28 ] με δέῃ RP

14:31 ἀπαρνήσομαι WH Treg NA28 ] ἀπαρνήσωμαι RP

§14:33 Ἰάκωβον καὶ Treg NIV RP ] τὸν Ἰάκωβον καὶ τὸν WH NA28

*14:33 αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP

14:35 προελθὼν μικρὸν ἔπιπτεν WH NA28 ] προσελθὼν μικρὸν ἔπεσεν Treg RP

14:36 τοῦτο ἀπʼ ἐμοῦ WH Treg NA28 ] ἀπʼ ἐμοῦ τοῦτο RP

§14:38 ἔλθητε WH NA28 ] εἰσέλθητε Treg RP

*14:40 πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NA28 ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP

14:40 αὐτῶν οἱ ὀφθαλμοὶ WH NA28 ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP

14:40 καταβαρυνόμενοι WH Treg NA28 ] βεβαρημένοι RP

§14:40 ἀποκριθῶσιν αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῶσιν RP

*14:41 τὸ WH NA28 ] – Treg RP

14:43 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

14:43 Ἰούδας NA28 RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg

§14:43 εἷς WH Treg NA28 ] + ὢν RP

*14:43 ὄχλος WH Treg NA28 ] + πολὺς RP

14:44 ἀπάγετε WH Treg NA28 ] ἀπαγάγετε RP

14:45 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

§14:45 Ῥαββί WH Treg NA28 ] αὐτῷ Ῥαββί ῥαββί RP

*14:46 τὰς χεῖρας αὐτῷ WH Treg NA28 ] ἐπʼ αὐτὸν τὰς χεῖρας αὐτῶν RP

14:47 τις WH NA28 RP ] – Treg

14:47 ὠτάριον WH Treg NA28 ] ὠτίον RP

§14:50 ἔφυγον πάντες WH Treg NA28 ] πάντες ἔφυγον RP

*14:51 νεανίσκος τις WH Treg NA28 ] εἷς τις νεανίσκος RP

14:51 συνηκολούθει WH Treg NA28 ] ἠκολούθησεν RP

14:51 αὐτόν WH Treg NA28 ] + οἱ νεανίσκοι RP

§14:52 ἔφυγεν WH Treg NA28 ] + ἀπʼ αὐτῶν RP

*14:53 συνέρχονται WH NA28 ] + αὐτῷ Treg RP

14:61 οὐκ ἀπεκρίνατο οὐδέν WH Treg NA28 ] οὐδὲν ἀπεκρίνατο RP

14:64 ἔνοχον εἶναι WH Treg NA28 ] εἶναι ἔνοχον RP

§14:65 αὐτοῦ τὸ πρόσωπον WH Treg NA28 ] τὸ πρόσωπον αὐτοῦ RP

*14:65 ἔλαβον WH Treg NA28 ] ἔβαλλον RP

14:66 κάτω ἐν τῇ αὐλῇ WH Treg NA28 ] ἐν τῇ αὐλῇ κάτω RP

14:67 ἦσθα τοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ ἦσθα RP

§14:68 Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί WH Treg NA28 ] Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ RP

*14:68 καὶ ἀλέκτωρ ἐφώνησεν Treg RP NA28 ] – WH NIV

14:69 ἤρξατο πάλιν WH NA28 ] πάλιν ἤρξατο Treg RP

14:69 παρεστῶσιν WH Treg NA28 ] παρεστηκόσιν RP

§14:70 καὶ ἡ λαλιά σου ὁμοιάζει RP ] – WH Treg NA28

*14:72 εὐθὺς WH Treg NA28 ] – RP

14:72 ὡς WH Treg NA28 ] ὃ RP

14:72 φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ NA28 ] δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ WH Treg; φωνῆσαι δὶς ἀπαρνήσῃ με τρίς RP