ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
1
Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν. μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς. Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ⸀ἀπὸ* ἀπὸ WH Treg NA28 ] + θεοῦ RPὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ ⸀λύσαντι λύσαντι WH Treg NA28 ] λούσαντι RP ἡμᾶς ⸀ἐκ ἐκ WH Treg NA28 ] ἀπὸ RPτῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ— καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ— αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων§ τῶν αἰώνων Treg NA28 RP ] – WH· ἀμήν. Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν. Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει κύριος, ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ ⸀συγκοινωνὸς* συγκοινωνὸς WH Treg NA28 ] κοινωνὸς RP ἐν ἐν WH Treg NA28 ] + Χριστῷ RP τῇ θλίψει καὶ καὶ WH Treg NA28 ] + διὰ RP βασιλείᾳ καὶ ὑπομονῇ ⸀ἐν Ἰησοῦ§ Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ ⸀καὶ τὴν μαρτυρίαν ⸀Ἰησοῦ. 10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ⸂ὀπίσω μου φωνὴν* ὀπίσω μου φωνὴν WH Treg NA28 ] φωνὴν ὀπίσω μου RP μεγάλην ὡς σάλπιγγος 11 λεγούσης· Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν. 12 ⸀Καὶ Καὶ WH Treg NA28 ] + ἐκεῖ RPἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳ ⸀τῶν τῶν WH NA28 ] + ἑπτὰ Treg RP λυχνιῶν ὅμοιον ⸀υἱὸν§ υἱὸν WH NA28 ] υἱῷ Treg RPἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν· 14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ ⸀πεπυρωμένης* πεπυρωμένης WH Treg NA28 ] πεπυρωμένοι RP καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 16 καὶ ἔχων ἐν τῇ δεξιᾷ ⸂χειρὶ αὐτοῦ χειρὶ αὐτοῦ WH Treg NA28 ] αὐτοῦ χειρὶ RP ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. 17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων· Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, 18 καὶ ὁ ζῶν— καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων αἰώνων WH Treg NA28 ] + ἀμήν RP καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. 19 γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει ⸀γίνεσθαι§ γίνεσθαι WH Treg RP ] γενέσθαι NA28μετὰ ταῦτα. 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ⸀οὓς* οὓς WH Treg NA28 ] ὧν RPεἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.

*1:4 ἀπὸ WH Treg NA28 ] + θεοῦ RP

1:5 λύσαντι WH Treg NA28 ] λούσαντι RP

1:5 ἐκ WH Treg NA28 ] ἀπὸ RP

§1:6 τῶν αἰώνων Treg NA28 RP ] – WH

*1:9 συγκοινωνὸς WH Treg NA28 ] κοινωνὸς RP

1:9 ἐν WH Treg NA28 ] + Χριστῷ RP

1:9 καὶ WH Treg NA28 ] + διὰ RP

§1:9 Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP

*1:10 ὀπίσω μου φωνὴν WH Treg NA28 ] φωνὴν ὀπίσω μου RP

1:12 Καὶ WH Treg NA28 ] + ἐκεῖ RP

1:13 τῶν WH NA28 ] + ἑπτὰ Treg RP

§1:13 υἱὸν WH NA28 ] υἱῷ Treg RP

*1:15 πεπυρωμένης WH Treg NA28 ] πεπυρωμένοι RP

1:16 χειρὶ αὐτοῦ WH Treg NA28 ] αὐτοῦ χειρὶ RP

1:18 αἰώνων WH Treg NA28 ] + ἀμήν RP

§1:19 γίνεσθαι WH Treg RP ] γενέσθαι NA28

*1:20 οὓς WH Treg NA28 ] ὧν RP