22
Καὶ ἔδειξέν μοι ⸀ποταμὸν*ποταμὸν WH Treg NA28 ] + καθαρὸν RP ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ⸀ἀποδιδοῦνἀποδιδοῦν WH NA28 ] ἀποδιδοὺς Treg RPτὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ νὺξ οὐκ ἔσται ⸀ἔτιἔτι WH Treg NA28 ] ἐκει RP καὶ ⸂οὐκ ἔχουσιν χρείαν§οὐκ ἔχουσιν χρείαν WH Treg NA28 ] χρείαν οὐκ ἔχουσιν RP ⸀φωτὸς*φωτὸς WH Treg NA28 ] – RP λύχνου καὶ ⸀φῶςφῶς WH ] φωτὸς Treg NA28 RP ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτίσει ⸀ἐπʼἐπʼ WH Treg NA28 ] – RPαὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ ⸀εἶπέν§εἶπέν WH Treg NA28 ] λέγει RP μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ⸀ὁ*ὁ WH Treg NA28 ] – RPκύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει· καὶ ἰδοὺ ἔρχομαι ταχύ· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. 11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ⸀ῥυπαρευθήτωῥυπαρευθήτω RP ] ῥυπανθήτω WH Treg NA28ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετʼ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ⸀ἐστὶνἐστὶν WH Treg NA28 ] ἔσται RPαὐτοῦ. 13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ⸀ἡ§ἡ WH NA28 RP ] – Treg ἀρχὴ καὶ ⸀τὸ*τὸ WH NA28 RP ] – Tregτέλος.
14 Μακάριοι οἱ ⸂πλύνοντες τὰς στολὰς αὐτῶνπλύνοντες τὰς στολὰς αὐτῶν WH Treg NA28 ] ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ RP, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15 ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. 17 καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπʼ αὐτά, ⸀ἐπιθήσειἐπιθήσει WH Treg NA28 ] ἐπιθήσαι RPὁ θεὸς ἐπʼ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ⸀ἀφελεῖ§ἀφελεῖ WH Treg NA28 ] ἀφέλοι RPὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ⸀ἔρχου*ἔρχου WH Treg NA28 ] Ναί ἔρχου RP κύριε Ἰησοῦ.
21 Ἡ χάρις τοῦ κυρίου ⸀ἸησοῦἸησοῦ Treg NA28 ] + Χριστοῦ WH RP μετὰ ⸀πάντωνπάντων NA28 ] τῶν ἁγίων WH Treg; τῶν ἁγίων. ἀμήν NIV; πάντων τῶν ἁγίων. Ἀμήν RP

*22:1 ποταμὸν WH Treg NA28 ] + καθαρὸν RP

22:2 ἀποδιδοῦν WH NA28 ] ἀποδιδοὺς Treg RP

22:5 ἔτι WH Treg NA28 ] ἐκει RP

§22:5 οὐκ ἔχουσιν χρείαν WH Treg NA28 ] χρείαν οὐκ ἔχουσιν RP

*22:5 φωτὸς WH Treg NA28 ] – RP

22:5 φῶς WH ] φωτὸς Treg NA28 RP

22:5 ἐπʼ WH Treg NA28 ] – RP

§22:6 εἶπέν WH Treg NA28 ] λέγει RP

*22:6 ὁ WH Treg NA28 ] – RP

22:11 ῥυπαρευθήτω RP ] ῥυπανθήτω WH Treg NA28

22:12 ἐστὶν WH Treg NA28 ] ἔσται RP

§22:13 ἡ WH NA28 RP ] – Treg

*22:13 τὸ WH NA28 RP ] – Treg

22:14 πλύνοντες τὰς στολὰς αὐτῶν WH Treg NA28 ] ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ RP

22:18 ἐπιθήσει WH Treg NA28 ] ἐπιθήσαι RP

§22:19 ἀφελεῖ WH Treg NA28 ] ἀφέλοι RP

*22:20 ἔρχου WH Treg NA28 ] Ναί ἔρχου RP

22:21 Ἰησοῦ Treg NA28 ] + Χριστοῦ WH RP

22:21 πάντων NA28 ] τῶν ἁγίων WH Treg; τῶν ἁγίων. ἀμήν NIV; πάντων τῶν ἁγίων. Ἀμήν RP