13
The Way of Love
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. *και εαν ¦ καν ᴡʜ Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, και εαν ¦ καν ᴡʜ καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστανειν ¦ μεθισταναι ɴᴀ ꜱʙʟ ᴛʜ μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, §ουθεν ¦ ουδεν ᴀɴᴛ ꜱᴄʀ οὐθέν εἰμι. *και εαν ¦ καν ɴᴀ ᴛʜ ᴡʜ Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, και εαν ¦ καν ᴡʜ καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθησωμαι ʙ179 45.4% ¦ καυθησομαι ʙ178 ᴀɴᴛ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ 49.7% ¦ καυχησωμαι ɴᴀ ᴡʜ 1.5% καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· §η αγαπη 83.2% ¦ — ᴡʜ 12.9% ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, *συγχαιρει ¦ συνχαιρει ᴛʜ ᴡʜ συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
Ἡ ἀγάπη οὐδέποτε εκπιπτει ¦ πιπτει ᴄᴛ ἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. Ἐκ μέρους δε ¦ γαρ ᴄᴛ ᴛʀ δὲ §γινωσκομεν ¦ γεινωσκομεν ᴛʜ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, *τοτε ¦ — ᴄᴛ τότε τὸ ἐκ μέρους καταργηθήσεται. 11 Ὅτε ἤμην νήπιος, ως νηπιος ελαλουν … ελογιζομην ¦ ελαλουν … ελογιζομην ως νηπιος ᴄᴛ ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δε ¦ — ᴄᴛ δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι §γινωσκω ¦ γεινωσκω ᴛʜ γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.

*13:2 και εαν ¦ καν ᴡʜ

13:2 και εαν ¦ καν ᴡʜ

13:2 μεθιστανειν ¦ μεθισταναι ɴᴀ ꜱʙʟ ᴛʜ

§13:2 ουθεν ¦ ουδεν ᴀɴᴛ ꜱᴄʀ

*13:3 και εαν ¦ καν ɴᴀ ᴛʜ ᴡʜ

13:3 και εαν ¦ καν ᴡʜ

13:3 καυθησωμαι ʙ179 45.4% ¦ καυθησομαι ʙ178 ᴀɴᴛ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ 49.7% ¦ καυχησωμαι ɴᴀ ᴡʜ 1.5%

§13:4 η αγαπη 83.2% ¦ — ᴡʜ 12.9%

*13:6 συγχαιρει ¦ συνχαιρει ᴛʜ ᴡʜ

13:8 εκπιπτει ¦ πιπτει ᴄᴛ

13:9 δε ¦ γαρ ᴄᴛ ᴛʀ

§13:9 γινωσκομεν ¦ γεινωσκομεν ᴛʜ

*13:10 τοτε ¦ — ᴄᴛ

13:11 ως νηπιος ελαλουν … ελογιζομην ¦ ελαλουν … ελογιζομην ως νηπιος ᴄᴛ

13:11 δε ¦ — ᴄᴛ

§13:12 γινωσκω ¦ γεινωσκω ᴛʜ