2
Keeping Christ's Commandments
1 Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. 2 καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3 καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4 ὁ *λεγων ¦ λεγων οτι ᴄᴛ λέγων, Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5 ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν, 6 ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησε καὶ αὐτὸς †ουτω ¦ — ꜱʙʟ ᴡʜ οὕτω περιπατεῖν.
A New Commandment
7 ‡αδελφοι 82.8% ¦ αγαπητοι ᴄᴛ 15% Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε §απ αρχης 87% ¦ — ᴄᴛ 8.2% ἀπ᾽ ἀρχῆς. 8 πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9 ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10 ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. 11 ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
12 Γράφω ὑμῖν, τεκνία,
ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
13 γράφω ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
γράφω ὑμῖν, νεανίσκοι,
ὅτι νενικήκατε τὸν πονηρόν.
*γραφω 80.3% ¦ εγραψα ᴀɴᴛ ᴄᴛ 18.5% γράφω ὑμῖν, παιδία,
ὅτι ἐγνώκατε τὸν πατέρα.
14 ἔγραψα ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
ἔγραψα ὑμῖν, νεανίσκοι,
ὅτι ἰσχυροί ἐστε
καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει
καὶ νενικήκατε τὸν πονηρόν.
15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· 16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ—ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ †αλαζονεια ¦ αλαζονια ᴛʜ ᴡʜ ἀλαζονεία τοῦ βίου—οὐκ ἔστιν ἐκ τοῦ πατρός, ‡αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. 17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
The Antichrist
18 Παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι §ο ¦ — ᴄᴛ ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19 ἐξ ἡμῶν *εξηλθον ¦ εξηλθαν ᴄᴛ ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ †ησαν εξ ημων 92.2% ¦ εξ ημων ησαν ɴᴀ ꜱʙʟ ᴡʜ 5.3% ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν—ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν. 20 καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου ‡και ¦ — ᴡʜ καὶ οἴδατε §παντα 96.4% ¦ παντες ɴᴀ ꜱʙʟ ᴡʜ 2.4% πάντα. 21 οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. 22 τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23 πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα *εχει 77.5% ¦ εχει ο ομολογων τον υιον και τον πατερα εχει ᴄᴛ ꜱᴄʀ 21% ἔχει. 24 ὑμεῖς †ουν ¦ — ᴄᴛ οὖν ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ ‡υιω και εν τω πατρι ¦ πατρι και εν τω υιω ᴘᴄᴋ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25 καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ §εν υμιν μενει ¦ μενει εν υμιν ᴄᴛ ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ *αυτο ¦ αυτου ᴄᴛ αὐτὸ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι καὶ οὐκ ἔστι ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, †μενειτε ¦ μενετε ᴄᴛ μενεῖτε ἐν αὐτῷ.
Children of God
28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ‡οταν 92.5% ¦ εαν ᴄᴛ 6.2% ὅταν φανερωθῇ §εχωμεν 79.3% ¦ εχομεν ᴍꜱꜱ 11% ¦ σχωμεν ᴄᴛ 9.1% ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστι, γινώσκετε ὅτι *πας ¦ και πας ɴᴀ ᴛʜ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
*2:4 λεγων ¦ λεγων οτι ᴄᴛ
†2:6 ουτω ¦ — ꜱʙʟ ᴡʜ
‡2:7 αδελφοι 82.8% ¦ αγαπητοι ᴄᴛ 15%
§2:7 απ αρχης 87% ¦ — ᴄᴛ 8.2%
*2:13 γραφω 80.3% ¦ εγραψα ᴀɴᴛ ᴄᴛ 18.5%
†2:16 αλαζονεια ¦ αλαζονια ᴛʜ ᴡʜ
‡2:16 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
§2:18 ο ¦ — ᴄᴛ
*2:19 εξηλθον ¦ εξηλθαν ᴄᴛ
†2:19 ησαν εξ ημων 92.2% ¦ εξ ημων ησαν ɴᴀ ꜱʙʟ ᴡʜ 5.3%
‡2:20 και ¦ — ᴡʜ
§2:20 παντα 96.4% ¦ παντες ɴᴀ ꜱʙʟ ᴡʜ 2.4%
*2:23 εχει 77.5% ¦ εχει ο ομολογων τον υιον και τον πατερα εχει ᴄᴛ ꜱᴄʀ 21%
†2:24 ουν ¦ — ᴄᴛ
‡2:24 υιω και εν τω πατρι ¦ πατρι και εν τω υιω ᴘᴄᴋ
§2:27 εν υμιν μενει ¦ μενει εν υμιν ᴄᴛ
*2:27 αυτο ¦ αυτου ᴄᴛ
†2:27 μενειτε ¦ μενετε ᴄᴛ
‡2:28 οταν 92.5% ¦ εαν ᴄᴛ 6.2%
§2:28 εχωμεν 79.3% ¦ εχομεν ᴍꜱꜱ 11% ¦ σχωμεν ᴄᴛ 9.1%
*2:29 πας ¦ και πας ɴᴀ ᴛʜ