ΠΕΤΡΟΥ
ΕΠΙΣΤΟΛΗ ΠΡΟΤΗ
1
Greeting
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
A Living Hope
Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ *αυτου ελεος ¦ ελεος αυτου ᴘᴄᴋ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς υμας ¦ ημας ꜱᴛ ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι—εἰ δέον εστι ¦ — ꜱʙʟ ᴡʜ ἐστί—§λυπηθεντες ¦ λυπηθεντας ɴᴀ λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως—*πολυ τιμιωτερον ¦ πολυτιμοτερον ᴀɴᴛ ᴄᴛ πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου—εὑρεθῇ εἰς ἔπαινον καὶ τιμην και εις δοξαν ¦ τιμην και δοξαν ᴀɴᴛ ᴛʀ ¦ δοξαν και τιμην ᴄᴛ ᴘᴄᴋ τιμὴν καὶ εἰς δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ ειδοτες ¦ ιδοντες ᴄᴛ ꜱᴄʀ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ §αγαλλιασθε ¦ αγαλλιατε ᴡʜ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως *υμων ¦ — ᴡʜ ὑμῶν, σωτηρίαν ψυχῶν· 10 περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ εξηρευνησαν ¦ εξηραυνησαν ᴄᴛ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11 ερευνωντες ¦ εραυνωντες ᴄᴛ ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, §υμιν ¦ ημιν ᴛʀ ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς *εν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
Be Holy
13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, 14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζομενοι ¦ συνσχηματιζομενοι ᴡʜ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γεγραπται ¦ γεγραπται οτι ꜱʙʟ ᴡʜ γέγραπται, Ἅγιοι §γενεσθε ¦ γινεσθε ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ εσεσθε ᴄᴛ γένεσθε, ὅτι ἐγὼ ἅγιός *ειμι ¦ — ᴄᴛ εἰμι.
17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν απροσωποληπτως ¦ απροσωπολημπτως ᴄᴛ ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ εσχατων ¦ εσχατου ᴄᴛ ἐσχάτων τῶν χρόνων δι᾽ ὑμᾶς, 21 τοὺς δι᾽ αὐτοῦ §πιστευοντας ¦ πιστους ɴᴀ ꜱʙʟ ᴡʜ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας *δια πνευματος 91.7% ¦ — ᴄᴛ 7.5% διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρας 99.2% ¦ — ꜱʙʟ ᴡʜ 0.6% καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος §εις τον αιωνα 90.1% ¦ — ᴄᴛ 6% εἰς τὸν αἰῶνα. 24 διότι
 
πᾶσα σὰρξ ὡς χόρτος,
καὶ πᾶσα δόξα *ανθρωπου ¦ αυτης ᴄᴛ ἀνθρώπου ὡς ἄνθος χόρτου·
ἐξηράνθη ὁ χόρτος,
καὶ τὸ ἄνθος αυτου ¦ — ᴄᴛ αὐτοῦ ἐξέπεσε,
25 τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.
 
τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.

*1:3 αυτου ελεος ¦ ελεος αυτου ᴘᴄᴋ

1:4 υμας ¦ ημας ꜱᴛ

1:6 εστι ¦ — ꜱʙʟ ᴡʜ

§1:6 λυπηθεντες ¦ λυπηθεντας ɴᴀ

*1:7 πολυ τιμιωτερον ¦ πολυτιμοτερον ᴀɴᴛ ᴄᴛ

1:7 τιμην και εις δοξαν ¦ τιμην και δοξαν ᴀɴᴛ ᴛʀ ¦ δοξαν και τιμην ᴄᴛ ᴘᴄᴋ

1:8 ειδοτες ¦ ιδοντες ᴄᴛ ꜱᴄʀ

§1:8 αγαλλιασθε ¦ αγαλλιατε ᴡʜ

*1:9 υμων ¦ — ᴡʜ

1:10 εξηρευνησαν ¦ εξηραυνησαν ᴄᴛ

1:11 ερευνωντες ¦ εραυνωντες ᴄᴛ

§1:12 υμιν ¦ ημιν ᴛʀ

*1:12 εν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ

1:14 συσχηματιζομενοι ¦ συνσχηματιζομενοι ᴡʜ

1:16 γεγραπται ¦ γεγραπται οτι ꜱʙʟ ᴡʜ

§1:16 γενεσθε ¦ γινεσθε ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ εσεσθε ᴄᴛ

*1:16 ειμι ¦ — ᴄᴛ

1:17 απροσωποληπτως ¦ απροσωπολημπτως ᴄᴛ

1:20 εσχατων ¦ εσχατου ᴄᴛ

§1:21 πιστευοντας ¦ πιστους ɴᴀ ꜱʙʟ ᴡʜ

*1:22 δια πνευματος 91.7% ¦ — ᴄᴛ 7.5%

1:22 καθαρας 99.2% ¦ — ꜱʙʟ ᴡʜ 0.6%

1:23 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ

§1:23 εις τον αιωνα 90.1% ¦ — ᴄᴛ 6%

*1:24 ανθρωπου ¦ αυτης ᴄᴛ

1:24 αυτου ¦ — ᴄᴛ