5
The Day of the Lord
1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. 2 Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι *η ¦ — ᴄᴛ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· 3 ὅταν †γαρ ¦ — ᴄᴛ γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ‡εφισταται ¦ επισταται ᴛʜ ᴡʜ ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 4 Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς §κλεπτης ¦ κλεπτας ᴡʜ κλέπτης καταλάβῃ· 5 *παντες ¦ παντες γαρ ᴄᴛ πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· 6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς †και ¦ — ᴄᴛ καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. 7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν. 8 ‡ημεις ¦ υμεις ᴀɴᴛ Ἡμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. 9 Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, §αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 10 τοῦ ἀποθανόντος *υπερ ¦ περι ꜱʙʟ ᴡʜ ὑπὲρ ἡμῶν, ἵνα, εἴτε †γρηγορωμεν ʙpt ¦ γρηγορουμεν ʙpt ᴘᴄᴋ γρηγορῶμεν εἴτε ‡καθευδωμεν ʙpt ¦ καθευδομεν ʙpt ᴘᴄᴋ καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. 11 Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
Final Instructions and Benediction
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, 13 καὶ §ηγεισθαι ʙpt ¦ ηγεισθε ʙpt ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν *ἑαυτοῖς ʙpt ¦ αὐτοῖς ʙpt ἑαυτοῖς. 14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15 Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε †και ¦ — ꜱʙʟ ᴡʜ καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. 16 Πάντοτε χαίρετε· 17 ἀδιαλείπτως προσεύχεσθε· 18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. 19 Τὸ Πνεῦμα μὴ σβέννυτε· 20 προφητείας μὴ ἐξουθενεῖτε· 21 πάντα ‡δε ʙpt ¦ — ʙpt ᴛʀ δὲ §δοκιμαζετε ʙpt ¦ δοκιμαζοντες ʙpt δοκιμάζετε· τὸ καλὸν κατέχετε· 22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. 24 Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 Ἀδελφοί, *προσευχεσθε ¦ προσευχεσθε και ɴᴀ ᴡʜ προσεύχεσθε περὶ ἡμῶν.
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27 †ορκιζω ¦ ενορκιζω ᴄᴛ Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ‡αγιοις 89.5% ¦ — ᴄᴛ 5.3% ἁγίοις ἀδελφοῖς.
28 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.
§αμην ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ Ἀμήν.*The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Θεσσαλονικεῖς πρώτη ἐγράφη ἀπὸ Ἀθηνῶν.
*5:2 η ¦ — ᴄᴛ
†5:3 γαρ ¦ — ᴄᴛ
‡5:3 εφισταται ¦ επισταται ᴛʜ ᴡʜ
§5:4 κλεπτης ¦ κλεπτας ᴡʜ
*5:5 παντες ¦ παντες γαρ ᴄᴛ
†5:6 και ¦ — ᴄᴛ
‡5:8 ημεις ¦ υμεις ᴀɴᴛ
§5:9 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
*5:10 υπερ ¦ περι ꜱʙʟ ᴡʜ
†5:10 γρηγορωμεν ʙpt ¦ γρηγορουμεν ʙpt ᴘᴄᴋ
‡5:10 καθευδωμεν ʙpt ¦ καθευδομεν ʙpt ᴘᴄᴋ
§5:13 ηγεισθαι ʙpt ¦ ηγεισθε ʙpt
*5:13 ἑαυτοῖς ʙpt ¦ αὐτοῖς ʙpt
†5:15 και ¦ — ꜱʙʟ ᴡʜ
‡5:21 δε ʙpt ¦ — ʙpt ᴛʀ
§5:21 δοκιμαζετε ʙpt ¦ δοκιμαζοντες ʙpt
*5:25 προσευχεσθε ¦ προσευχεσθε και ɴᴀ ᴡʜ
†5:27 ορκιζω ¦ ενορκιζω ᴄᴛ
‡5:27 αγιοις 89.5% ¦ — ᴄᴛ 5.3%
§5:28 αμην ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
*5:28 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Θεσσαλονικεῖς πρώτη ἐγράφη ἀπὸ Ἀθηνῶν.