3
Qualifications for Overseers
Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον *ανεπιληπτον ¦ ανεπιλημπτον ᴄᴛ ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφαλιον ¦ νηφαλεον ʜꜰ ʀᴘ ꜱᴛνηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, μὴ πάροινον, μὴ πλήκτην, μη αισχροκερδη 69.5% ¦ — ᴄᴛ 29.5% μὴ αἰσχροκερδῆ, §αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ ἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος— εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;— μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. δεῖ δὲ *αυτον ¦ — ᴄᴛ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
Qualifications for Deacons
Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. 11 γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλιους ¦ νηφαλεους ʜꜰ ʀᴘ ꜱᴛνηφαλίους, πιστὰς ἐν πᾶσι. 12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
The Mystery of Godliness
14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε ταχιον 90.4% ¦ εν ταχει ɴᴀ ꜱʙʟ ᴡʜ 1.7% τάχιον· 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16 καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον·
 
§θεος ¦ ος ᴄᴛ Θεὸς ἐφανερώθη ἐν σαρκί,
ἐδικαιώθη ἐν Πνεύματι,
ὤφθη ἀγγέλοις,
ἐκηρύχθη ἐν ἔθνεσιν,
ἐπιστεύθη ἐν κόσμῳ,
*ανεληφθη ¦ ανελημφθη ᴄᴛ ἀνελήφθη ἐν δόξῃ.

*3:2 ανεπιληπτον ¦ ανεπιλημπτον ᴄᴛ

3:2 νηφαλιον ¦ νηφαλεον ʜꜰ ʀᴘ ꜱᴛ

3:3 μη αισχροκερδη 69.5% ¦ — ᴄᴛ 29.5%

§3:3 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ

*3:7 αυτον ¦ — ᴄᴛ

3:11 νηφαλιους ¦ νηφαλεους ʜꜰ ʀᴘ ꜱᴛ

3:14 ταχιον 90.4% ¦ εν ταχει ɴᴀ ꜱʙʟ ᴡʜ 1.7%

§3:16 θεος ¦ ος ᴄᴛ

*3:16 ανεληφθη ¦ ανελημφθη ᴄᴛ