ΠΡΟΣ
ΤΙΜΟΘΕΟΝ
ΕΠΙΣΤΟΛΗ ΔΕΥΤΕΡΑ
1
Greeting
1 Παῦλος, ἀπόστολος *ιησου χριστου ¦ χριστου ιησου ᴀɴᴛ ᴄᴛ ʜꜰ Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Paul’s Charge to Timothy
3 Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 ὑπόμνησιν †λαμβανων ¦ λαβων ᴄᴛ λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου ‡ευνικη ¦ ευνεικη ᴘᴄᴋ ꜱᴛ Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί· 6 δι᾽ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. 7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ §συγκακοπαθησον ¦ συνκακοπαθησον ᴛʜ ᴡʜ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ *κατ ¦ κατα ᴄᴛ κατ᾽ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν †ιησου χριστου ¦ χριστου ιησου ɴᴀ ᴡʜ Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ‡εθνων 98.1% ¦ — ᴄᴛ 0.9% ἐθνῶν· 12 δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 τὴν καλὴν §παραθηκην ¦ παρακαταθηκην ᴛʀ παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι *φυγελλος ¦ φυγελος ᴄᴛ ʜꜰ ʀᴘ Φύγελλος καὶ Ἑρμογένης. 16 δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ †επαισχυνθη ¦ επησχυνθη ᴘᴄᴋ ᴛʀ ἐπαισχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ ‡σπουδαιοτερον 91.6% ¦ σπουδαιως ᴄᴛ 3.1% σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· 18 δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
*1:1 ιησου χριστου ¦ χριστου ιησου ᴀɴᴛ ᴄᴛ ʜꜰ
†1:5 λαμβανων ¦ λαβων ᴄᴛ
‡1:5 ευνικη ¦ ευνεικη ᴘᴄᴋ ꜱᴛ
§1:8 συγκακοπαθησον ¦ συνκακοπαθησον ᴛʜ ᴡʜ
*1:9 κατ ¦ κατα ᴄᴛ
†1:10 ιησου χριστου ¦ χριστου ιησου ɴᴀ ᴡʜ
‡1:11 εθνων 98.1% ¦ — ᴄᴛ 0.9%
§1:14 παραθηκην ¦ παρακαταθηκην ᴛʀ
*1:15 φυγελλος ¦ φυγελος ᴄᴛ ʜꜰ ʀᴘ
†1:16 επαισχυνθη ¦ επησχυνθη ᴘᴄᴋ ᴛʀ
‡1:17 σπουδαιοτερον 91.6% ¦ σπουδαιως ᴄᴛ 3.1%