3
Hard Times in the Last Days
1 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. 2 Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3 ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4 προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 5 ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. 6 Ἐκ τούτων γάρ εἰσιν οἱ *ενδυνοντες ¦ ενδυοντες ᴘᴄᴋ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ †αιχμαλωτευοντες ʙpt ¦ αιχμαλωτιζοντες ʙpt ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ αἰχμαλωτεύοντες ‡γυναικαρια ¦ τα γυναικαρια ᴛʀ γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 7 πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 8 Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν §μωυση ʙ15 ¦ μωυσει ʙ7 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴛʀ Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. 9 Ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
Continue in What You Have Learned
10 Σὺ δὲ *παρηκολουθηκας ¦ παρηκολουθησας ᴄᴛ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι †εγενετο ¦ εγενοντο ᴀɴᴛ ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ‡ερρυσατο ¦ ερυσατο ᴡʜ ἐρρύσατο ὁ Κύριος. 12 Καὶ πάντες δὲ οἱ θέλοντες §ευσεβως ζην ¦ ζην ευσεβως ꜱʙʟ ᴛʜ ᴡʜ εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. 13 Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 Σὺ δὲ μένε ἐν οἷς ἔμαθες *και ¦ και οις ᴘᴄᴋ καὶ ἐπιστώθης, εἰδὼς παρὰ †τινος ¦ τινων ᴄᴛ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους ‡τα ¦ — ꜱʙʟ ᴡʜ τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. 16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς §ελεγχον ¦ ελεγμον ᴄᴛ ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
*3:6 ενδυνοντες ¦ ενδυοντες ᴘᴄᴋ
†3:6 αιχμαλωτευοντες ʙpt ¦ αιχμαλωτιζοντες ʙpt ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
‡3:6 γυναικαρια ¦ τα γυναικαρια ᴛʀ
§3:8 μωυση ʙ15 ¦ μωυσει ʙ7 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴛʀ
*3:10 παρηκολουθηκας ¦ παρηκολουθησας ᴄᴛ
†3:11 εγενετο ¦ εγενοντο ᴀɴᴛ
‡3:11 ερρυσατο ¦ ερυσατο ᴡʜ
§3:12 ευσεβως ζην ¦ ζην ευσεβως ꜱʙʟ ᴛʜ ᴡʜ
*3:14 και ¦ και οις ᴘᴄᴋ
†3:14 τινος ¦ τινων ᴄᴛ
‡3:15 τα ¦ — ꜱʙʟ ᴡʜ
§3:16 ελεγχον ¦ ελεγμον ᴄᴛ