ΙΩΑΝΝΟΥ
ΕΠΙΣΤΟΛΗ ΤΡΙΤΗ
1
Greeting
1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω *χαραν ¦ χαριν ᴡʜ χαρὰν ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν †αληθεια ¦ τη αληθεια ꜱʙʟ ᴛʜ ᴡʜ ἀληθείᾳ περιπατοῦντα.
Gaius Commended
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ‡εις τους 89.8% ¦ τουτο ᴄᴛ 7.6% εἰς τοὺς ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. 7 ὑπὲρ γὰρ τοῦ §ονοματος ¦ ονοματος αυτου ꜱᴄʀ ὀνόματος *εξηλθον ¦ εξηλθαν ᴡʜ ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν †εθνων 88% ¦ εθνικων ᴀɴᴛ ᴄᴛ 12% ἐθνῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ‡απολαμβανειν 91.4% ¦ υπολαμβανειν ᴄᴛ 7.6% ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
Diotrephes Denounced
9 §εγραψα ¦ εγραψα τι ᴄᴛ Ἔγραψα τῇ ἐκκλησίᾳ, ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
Demetrius Commended
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· *ο ¦ ο δε ᴘᴄᴋ ᴛʀ ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ †υπ ¦ υπο ᴄᴛ ὑπ᾽ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ‡οιδατε 61.2% ¦ οιδαμεν ᴘᴄᴋ 23.2% ¦ οιδας ᴄᴛ 15% οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.
Final Greetings
13 Πολλὰ εἶχον §γραφειν ¦ γραψαι σοι ᴄᴛ γράφειν, ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι *γραψαι ¦ γραφειν ᴄᴛ γράψαι· 14 ἐλπίζω δὲ εὐθέως †ιδειν σε 95% ¦ σε ιδειν ᴄᴛ 4.8% ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.
*1:4 χαραν ¦ χαριν ᴡʜ
†1:4 αληθεια ¦ τη αληθεια ꜱʙʟ ᴛʜ ᴡʜ
‡1:5 εις τους 89.8% ¦ τουτο ᴄᴛ 7.6%
§1:7 ονοματος ¦ ονοματος αυτου ꜱᴄʀ
*1:7 εξηλθον ¦ εξηλθαν ᴡʜ
†1:7 εθνων 88% ¦ εθνικων ᴀɴᴛ ᴄᴛ 12%
‡1:8 απολαμβανειν 91.4% ¦ υπολαμβανειν ᴄᴛ 7.6%
§1:9 εγραψα ¦ εγραψα τι ᴄᴛ
*1:11 ο ¦ ο δε ᴘᴄᴋ ᴛʀ
†1:12 υπ ¦ υπο ᴄᴛ
‡1:12 οιδατε 61.2% ¦ οιδαμεν ᴘᴄᴋ 23.2% ¦ οιδας ᴄᴛ 15%
§1:13 γραφειν ¦ γραψαι σοι ᴄᴛ
*1:13 γραψαι ¦ γραφειν ᴄᴛ
†1:14 ιδειν σε 95% ¦ σε ιδειν ᴄᴛ 4.8%