6
Seven Chosen to Serve
Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν *ειπον ¦ ειπαν ᴄᴛ εἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. ἐπισκέψασθε ουν ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος αγιου ¦ — ᴄᴛ Ἁγίου καὶ σοφίας, οὓς §καταστησωμεν ¦ καταστησομεν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης. ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα *πληρη ¦ πληρης ꜱʙʟ ᴛʜ ᴡʜ ʜꜰ ʀᴘ πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
The Arrest of Stephen
Στέφανος δὲ πλήρης πιστεως 78.4% ¦ χαριτος ᴄᴛ 19.8% πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητουντες ¦ συνζητουντες ᴛʜ ᴡʜ συζητοῦντες τῷ Στεφάνῳ. 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς §μωυσην ¦ μωσην ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ Μωϋσῆν καὶ τὸν Θεόν. 12 *συνεκινησαν ¦ συνεκεινησαν ᴛʜ συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα ᴄᴛ ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ αγιου ¦ αγιου τουτου ɴᴀ ᴛʀ ᴡʜ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν §μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ʀᴘ Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν *απαντες ¦ παντες ᴄᴛ ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ ειδον ¦ ειδαν ᴡʜ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

*6:2 ειπον ¦ ειπαν ᴄᴛ

6:3 ουν ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ

6:3 αγιου ¦ — ᴄᴛ

§6:3 καταστησωμεν ¦ καταστησομεν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ

*6:5 πληρη ¦ πληρης ꜱʙʟ ᴛʜ ᴡʜ ʜꜰ ʀᴘ

6:8 πιστεως 78.4% ¦ χαριτος ᴄᴛ 19.8%

6:9 συζητουντες ¦ συνζητουντες ᴛʜ ᴡʜ

§6:11 μωυσην ¦ μωσην ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ

*6:12 συνεκινησαν ¦ συνεκεινησαν ᴛʜ

6:13 ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα ᴄᴛ

6:13 αγιου ¦ αγιου τουτου ɴᴀ ᴛʀ ᴡʜ

§6:14 μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ʀᴘ

*6:15 απαντες ¦ παντες ᴄᴛ

6:15 ειδον ¦ ειδαν ᴡʜ