4
1 οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν *ουρανοις ¦ ουρανω ᴄᴛ οὐρανοῖς.
Further Instructions
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· 3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι· 4 ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι.
5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Final Greetings
7 Τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ· 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα †γνω τα περι υμων 85% ¦ γνωτε τα περι ημων ɴᴀ ꜱʙʟ ᴡʜ 9% γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν ‡γνωριουσι ¦ γνωρισουσι ᴄᴛ γνωριοῦσι τὰ ὧδε.
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς—ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος §χριστου ¦ χριστου ιησου ɴᴀ ᴛʜ ᴡʜ Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα *στητε ¦ σταθητε ᴄᴛ στῆτε τέλειοι καὶ †πεπληρωμενοι ¦ πεπληροφορημενοι ᴄᴛ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. 13 Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ‡ζηλον πολυν ¦ πολυν πονον ᴄᴛ ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν §λαοδικεια ¦ λαοδικια ᴛʜ ᴡʜ Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς. 15 Ἀσπάσασθε τοὺς ἐν *λαοδικεια ¦ λαοδικια ᴛʜ ᴡʜ Λαοδικείᾳ ἀδελφούς, καὶ †νυμφᾶν … αὐτοῦ ¦ νύμφαν … αὐτῆς ɴᴀ ꜱʙʟ ᴡʜ ¦ νύμφαν … αὐτῶν ᴛʜ Νυμφᾶν, καὶ τὴν κατ᾽ οἶκον αὐτοῦ ἐκκλησίαν. 16 Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ ‡λαοδικεων ʙ27 ¦ λαοδικαιων ʙ3 ʀᴘ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ §λαοδικειας ¦ λαοδικιας ᴛʜ ᴡʜ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾽ ὑμῶν.
*αμην ¦ — ᴄᴛ Ἀμήν.†The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κολασσαῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου.
*4:1 ουρανοις ¦ ουρανω ᴄᴛ
†4:8 γνω τα περι υμων 85% ¦ γνωτε τα περι ημων ɴᴀ ꜱʙʟ ᴡʜ 9%
‡4:9 γνωριουσι ¦ γνωρισουσι ᴄᴛ
§4:12 χριστου ¦ χριστου ιησου ɴᴀ ᴛʜ ᴡʜ
*4:12 στητε ¦ σταθητε ᴄᴛ
†4:12 πεπληρωμενοι ¦ πεπληροφορημενοι ᴄᴛ
‡4:13 ζηλον πολυν ¦ πολυν πονον ᴄᴛ
§4:13 λαοδικεια ¦ λαοδικια ᴛʜ ᴡʜ
*4:15 λαοδικεια ¦ λαοδικια ᴛʜ ᴡʜ
†4:15 νυμφᾶν … αὐτοῦ ¦ νύμφαν … αὐτῆς ɴᴀ ꜱʙʟ ᴡʜ ¦ νύμφαν … αὐτῶν ᴛʜ
‡4:16 λαοδικεων ʙ27 ¦ λαοδικαιων ʙ3 ʀᴘ
§4:16 λαοδικειας ¦ λαοδικιας ᴛʜ ᴡʜ
*4:18 αμην ¦ — ᴄᴛ
†4:18 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κολασσαῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου.