3
Jesus Is Superior to Moses
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν *ιησουν χριστον ¦ χριστον ιησουν ᴛʀ ¦ ιησουν ᴄᴛ Ἰησοῦν Χριστόν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ μωυσης ¦ μωσης ᴛʀ Μωϋσῆς ἐν ολω ¦ — ꜱʙʟ ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ §δοξης ουτος ¦ ουτος δοξης ᴄᴛ δόξης οὗτος παρὰ *μωυσην ¦ μωσην ᴛʀ Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τα ¦ — ᴄᴛ τὰ πάντα κατασκευάσας Θεός. Καὶ μωυσης ¦ μωσης ᴛʀ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· §ου ¦ ος ꜱʙʟ οὗ οἶκός ἐσμεν ἡμεῖς, *εανπερ ¦ εαν ꜱʙʟ ᴛʜ ᴡʜ ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μεχρι τελους βεβαιαν 95.3% ¦ — ɴᴀ ꜱʙʟ ᴛʜ 0.8% μέχρι τέλους βεβαίαν κατάσχωμεν.
Do Not Harden Your Hearts
Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον,
 
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ,
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
οὗ ἐπείρασάν με ¦ — ᴄᴛ με οἱ πατέρες ὑμῶν, §εδοκιμασαν με ¦ εν δοκιμασια ᴄᴛ ἐδοκίμασάν με,
καὶ εἶδον τὰ ἔργα μου *τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ τεσσαράκοντα ἔτη.
10 Διὸ προσώχθισα τῇ γενεᾷ εκεινη ¦ ταυτη ᴄᴛ ἐκείνῃ,
καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ·
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
 
12 Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ εξ υμων τις ¦ τις εξ υμων ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· 14 μέτοχοι γὰρ §γεγοναμεν του χριστου ¦ του χριστου γεγοναμεν ᴄᴛ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· 15 ἐν τῷ λέγεσθαι,
 
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
 
16 *τινὲς ¦ τίνες ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ μωυσεως ¦ μωυσεος ᴘᴄᴋ ¦ μωσεως ᴛʀ Μωϋσέως. 17 Τίσι δὲ προσώχθισε τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; 19 Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν §δι ¦ δια ᴘᴄᴋ δι᾽ ἀπιστίαν.

*3:1 ιησουν χριστον ¦ χριστον ιησουν ᴛʀ ¦ ιησουν ᴄᴛ

3:2 μωυσης ¦ μωσης ᴛʀ

3:2 ολω ¦ — ꜱʙʟ

§3:3 δοξης ουτος ¦ ουτος δοξης ᴄᴛ

*3:3 μωυσην ¦ μωσην ᴛʀ

3:4 τα ¦ — ᴄᴛ

3:5 μωυσης ¦ μωσης ᴛʀ

§3:6 ου ¦ ος ꜱʙʟ

*3:6 εανπερ ¦ εαν ꜱʙʟ ᴛʜ ᴡʜ

3:6 μεχρι τελους βεβαιαν 95.3% ¦ — ɴᴀ ꜱʙʟ ᴛʜ 0.8%

3:9 με ¦ — ᴄᴛ

§3:9 εδοκιμασαν με ¦ εν δοκιμασια ᴄᴛ

*3:9 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ

3:10 εκεινη ¦ ταυτη ᴄᴛ

3:13 εξ υμων τις ¦ τις εξ υμων ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ

§3:14 γεγοναμεν του χριστου ¦ του χριστου γεγοναμεν ᴄᴛ

*3:16 τινὲς ¦ τίνες ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ

3:16 μωυσεως ¦ μωυσεος ᴘᴄᴋ ¦ μωσεως ᴛʀ

3:17 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ

§3:19 δι ¦ δια ᴘᴄᴋ