ΙΑΚΩΒΟΥ
ΕΠΙΣΤΟΛΗ
1
Greeting
Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
The Testing of Your Faith Produces Endurance
Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ *ουκ 69.9% ¦ μη ᴄᴛ ᴛʀ 29.9% οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι ληψεται ¦ λημψεται ᴄᴛ λήψεταί τι παρὰ τοῦ Κυρίου. ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
The Lowly Brother and the Rich Man
Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, 10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 11 ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
Enduring Temptation
12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος ληψεται ¦ λημψεται ᴄᴛ λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο §ο κυριος 89.1% ¦ — ᴄᴛ 2% ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. 13 μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ *θεου ¦ του θεου ᴛʀ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. 14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. 15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. 16 μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
17 Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. 18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Hearing and Abiding by the Word
19 ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε ᴄᴛ Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· 20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται ꜱʙʟ ᴛʜ ᴡʜ 16.7% οὐ κατεργάζεται. 21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ §μονον ακροαται 93.8% ¦ ακροαται μονον ꜱʙʟ ᴡʜ 4.6% μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς. 23 ὅτι εἴ τις ἀκροατὴς *λογου ¦ νομου ᴘᴄᴋ λόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 24 κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, ουτος 87.1% ¦ ουτως ᴍꜱꜱ 6.8% ¦ — ᴄᴛ 5.4% οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου· οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
26 Εἴ τις δοκεῖ θρῆσκος ειναι εν υμιν 80.1% ¦ ειναι ᴄᴛ 9.4% ¦ εν υμιν ειναι ᴍꜱꜱ 8.2% εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν §αυτου ¦ εαυτου ᴡʜ αὐτοῦ *αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʀ ἀλλὰ ἀπατῶν καρδίαν αυτου ¦ εαυτου ᴡʜ αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. 27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ θεω ¦ τω θεω ᴀɴᴛ ᴄᴛ ᴛʀ Θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

*1:5 ουκ 69.9% ¦ μη ᴄᴛ ᴛʀ 29.9%

1:7 ληψεται ¦ λημψεται ᴄᴛ

1:12 ληψεται ¦ λημψεται ᴄᴛ

§1:12 ο κυριος 89.1% ¦ — ᴄᴛ 2%

*1:13 θεου ¦ του θεου ᴛʀ

1:19 ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε ᴄᴛ

1:20 ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται ꜱʙʟ ᴛʜ ᴡʜ 16.7%

§1:22 μονον ακροαται 93.8% ¦ ακροαται μονον ꜱʙʟ ᴡʜ 4.6%

*1:23 λογου ¦ νομου ᴘᴄᴋ

1:25 ουτος 87.1% ¦ ουτως ᴍꜱꜱ 6.8% ¦ — ᴄᴛ 5.4%

1:26 ειναι εν υμιν 80.1% ¦ ειναι ᴄᴛ 9.4% ¦ εν υμιν ειναι ᴍꜱꜱ 8.2%

§1:26 αυτου ¦ εαυτου ᴡʜ

*1:26 αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʀ

1:26 αυτου ¦ εαυτου ᴡʜ

1:27 θεω ¦ τω θεω ᴀɴᴛ ᴄᴛ ᴛʀ