21
Jesus Appears to Seven Disciples
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν *παλιν ¦ — ᴘᴄᴋ πάλιν ο ¦ — ᴡʜ ὁ Ἰησοῦς τοῖς μαθηταις KX(75) ¦ μαθηταις αυτου KX(75) ᴘᴄᴋ μαθηταῖς §επι ¦ εγερθεις εκ νεκρων επι ᴘᴄᴋ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. *εξηλθον ¦ εξηλθαν ᴡʜ Ἐξῆλθον καὶ ενεβησαν ¦ ανεβησαν ᴛʀ ἐνέβησαν εἰς τὸ πλοῖον ευθυς ¦ — ᴄᴛ εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Πρωΐας δὲ ἤδη §γενομενης ¦ γινομενης ᴡʜ γενομένης ἔστη *ο ¦ — ᴄᴛ ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ο ¦ — ᴡʜ ὁ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ισχυσαν ¦ ισχυον ᴄᴛ ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, §αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 *ανεβη ¦ ανεβη ουν ᴄᴛ Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον επι της γης ¦ εις την γην ᴄᴛ ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς δε ¦ — ᴡʜ δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 Ἔρχεται §ουν ¦ — ᴄᴛ οὖν *ο ¦ — ɴᴀ ᴡʜ ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ο ¦ — ɴᴀ ᴡʜ ὁ Ἰησοῦς τοῖς μαθηταῖς αυτου ¦ — ᴄᴛ αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
Tend My Sheep
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων §ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ Ἰωνᾶ, ἀγαπᾷς με *πλειον ¦ πλεον ᴄᴛ πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16 Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ προβατα ¦ προβατια ᴡʜ πρόβατά μου. 17 Λέγει αὐτῷ τὸ τρίτον, Σίμων §ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ *ειπεν ¦ λεγει ɴᴀ εἶπεν αὐτῷ, Κύριε, συ παντα ¦ παντα συ ᴄᴛ σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ο ¦ — ᴡʜ ὁ Ἰησοῦς, Βόσκε τὰ §προβατα ¦ προβατια ᴡʜ πρόβατά μου. 18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος *σε ζωσει ¦ ζωσει σε ᴛʜ ᴡʜ σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. 19 Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.
The Beloved Disciple and His Book
20 Ἐπιστραφεὶς δε ¦ — ᴄᴛ δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τουτον ¦ τουτον ουν ᴄᴛ Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ §ακολουθει μοι ¦ μοι ακολουθει ᴄᴛ ἀκολούθει μοι. 23 Ἐξῆλθεν οὖν *ο λογος ουτος ¦ ουτος ο λογος ᴄᴛ ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· και ουκ ειπεν ¦ ουκ ειπεν δε ᴄᴛ καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γραψας ¦ ο γραψας ɴᴀ ꜱʙʟ ᴡʜ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής §εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν ɴᴀ ꜱʙʟ ᴡʜ ἐστιν ἡ μαρτυρία αὐτοῦ.
25 Ἔστι δὲ καὶ ἄλλα πολλὰ *οσα ¦ α ᴄᴛ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, ουδε ¦ ουδ ᴄᴛ οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρησαι ¦ χωρησειν ꜱʙʟ ᴡʜ χωρῆσαι τὰ γραφόμενα βιβλία.
§αμην ¦ — ᴄᴛ Ἀμήν.*The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους λβʹ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.

*21:1 παλιν ¦ — ᴘᴄᴋ

21:1 ο ¦ — ᴡʜ

21:1 μαθηταις KX(75) ¦ μαθηταις αυτου KX(75) ᴘᴄᴋ

§21:1 επι ¦ εγερθεις εκ νεκρων επι ᴘᴄᴋ

*21:3 εξηλθον ¦ εξηλθαν ᴡʜ

21:3 ενεβησαν ¦ ανεβησαν ᴛʀ

21:3 ευθυς ¦ — ᴄᴛ

§21:4 γενομενης ¦ γινομενης ᴡʜ

*21:4 ο ¦ — ᴄᴛ

21:5 ο ¦ — ᴡʜ

21:6 ισχυσαν ¦ ισχυον ᴄᴛ

§21:8 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ

*21:11 ανεβη ¦ ανεβη ουν ᴄᴛ

21:11 επι της γης ¦ εις την γην ᴄᴛ

21:12 δε ¦ — ᴡʜ

§21:13 ουν ¦ — ᴄᴛ

*21:13 ο ¦ — ɴᴀ ᴡʜ

21:14 ο ¦ — ɴᴀ ᴡʜ

21:14 αυτου ¦ — ᴄᴛ

§21:15 ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ

*21:15 πλειον ¦ πλεον ᴄᴛ

21:16 ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ

21:16 προβατα ¦ προβατια ᴡʜ

§21:17 ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ

*21:17 ειπεν ¦ λεγει ɴᴀ

21:17 συ παντα ¦ παντα συ ᴄᴛ

21:17 ο ¦ — ᴡʜ

§21:17 προβατα ¦ προβατια ᴡʜ

*21:18 σε ζωσει ¦ ζωσει σε ᴛʜ ᴡʜ

21:20 δε ¦ — ᴄᴛ

21:21 τουτον ¦ τουτον ουν ᴄᴛ

§21:22 ακολουθει μοι ¦ μοι ακολουθει ᴄᴛ

*21:23 ο λογος ουτος ¦ ουτος ο λογος ᴄᴛ

21:23 και ουκ ειπεν ¦ ουκ ειπεν δε ᴄᴛ

21:24 γραψας ¦ ο γραψας ɴᴀ ꜱʙʟ ᴡʜ

§21:24 εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν ɴᴀ ꜱʙʟ ᴡʜ

*21:25 οσα ¦ α ᴄᴛ

21:25 ουδε ¦ ουδ ᴄᴛ

21:25 χωρησαι ¦ χωρησειν ꜱʙʟ ᴡʜ

§21:25 αμην ¦ — ᴄᴛ

*21:25 The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους λβʹ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.