3
1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ *ωφελεια ¦ ωφελια ᴡʜ ὠφέλεια τῆς περιτομῆς; 2 Πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. 3 Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; 4 Μὴ γένοιτο· †γινεσθω ¦ γεινεσθω ᴛʜ γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, ‡καθως ¦ καθαπερ ᴡʜ καθὼς γέγραπται,
Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,
καὶ §νικησης ¦ νικησεις ᴀɴᴛ ᴄᴛ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
5 Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν;—κατὰ ἄνθρωπον λέγω— 6 Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; 7 Εἰ *γαρ ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; 8 Καὶ μή—καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν—ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; Ὧν τὸ κρίμα ἔνδικόν ἐστι.
No One is Righteous
9 Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι, 10 καθὼς γέγραπται †οτι ʙpt ¦ — ʙpt ᴘᴄᴋ ὅτι
Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς·
11 οὐκ ἔστιν ‡ο ¦ — ᴡʜ ὁ συνιῶν,
οὐκ ἔστιν §ο ¦ — ᴡʜ ὁ ἐκζητῶν τὸν Θεόν·
οὐκ ἔστι ‡ποιων ¦ ο ποιων ɴᴀ ποιῶν χρηστότητα,
οὐκ ἔστιν ἕως ἑνός·
13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
18 οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· 20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
Justification by Faith
21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· 22 δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας §και επι παντας 92.6% ¦ — ᴄᴛ 6.6% καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστι διαστολή· 23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, 24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 25 ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον, διὰ *της ¦ — ꜱʙʟ ᴡʜ τῆς πίστεως, ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων, 26 ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ· πρὸς †ενδειξιν ¦ την ενδειξιν ᴄᴛ ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
27 Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28 Λογιζόμεθα ‡ουν ¦ γαρ ᴄᴛ οὖν §πιστει δικαιουσθαι ¦ δικαιουσθαι πιστει ᴄᴛ πίστει δικαιοῦσθαι ἄνθρωπον, χωρὶς ἔργων νόμου. 29 Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; Οὐχὶ *δε ¦ — ᴄᴛ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· 30 †επειπερ ¦ ειπερ ᴄᴛ ἐπείπερ εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31 Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ‡ιστωμεν ¦ ιστανομεν ᴄᴛ ἱστῶμεν.
*3:1 ωφελεια ¦ ωφελια ᴡʜ
†3:4 γινεσθω ¦ γεινεσθω ᴛʜ
‡3:4 καθως ¦ καθαπερ ᴡʜ
§3:4 νικησης ¦ νικησεις ᴀɴᴛ ᴄᴛ
*3:7 γαρ ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ
†3:10 οτι ʙpt ¦ — ʙpt ᴘᴄᴋ
‡3:11 ο ¦ — ᴡʜ
§3:11 ο ¦ — ᴡʜ
*3:12 εξεκλιναν ¦ εξεκλειναν ᴛʜ
†3:12 ηχρειωθησαν ¦ ηχρεωθησαν ᴄᴛ
‡3:12 ποιων ¦ ο ποιων ɴᴀ
§3:22 και επι παντας 92.6% ¦ — ᴄᴛ 6.6%
*3:25 της ¦ — ꜱʙʟ ᴡʜ
†3:26 ενδειξιν ¦ την ενδειξιν ᴄᴛ
‡3:28 ουν ¦ γαρ ᴄᴛ
§3:28 πιστει δικαιουσθαι ¦ δικαιουσθαι πιστει ᴄᴛ
*3:29 δε ¦ — ᴄᴛ
†3:30 επειπερ ¦ ειπερ ᴄᴛ
‡3:31 ιστωμεν ¦ ιστανομεν ᴄᴛ