9
God's Choice of Israel
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, *συμμαρτυρουσης ¦ συνμαρτυρουσης ᴛʜ ᴡʜ συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. ευχομην ¦ ηυχομην ᴀɴᴛ ᴄᴛ ᴛʀ Εὐχόμην γὰρ αυτος εγω αναθεμα ειναι ¦ αναθεμα ειναι αυτος εγω ᴄᴛ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· οἵτινές εἰσιν §ισραηλιται ¦ ισραηλειται ᴛʜ ᴡʜ Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἁβραάμ, πάντες τέκνα· ἀλλ᾽ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν— 11 μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ *κακον ¦ φαυλον ᴄᴛ κακόν, ἵνα ἡ κατ᾽ ἐκλογὴν προθεσις του θεου ¦ του θεου προθεσις ᴀɴᴛ ᴛʀ πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, 12 ερρηθη ʙ18 ¦ ερρεθη ʙ11 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 13 §καθως ¦ καθαπερ ᴡʜ Καθὼς γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ *εμισησα ¦ εμεισησα ᴛʜ ἐμίσησα.
14 Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15 Τῷ γαρ μωυση ʙpt ¦ γαρ μωυση ʙpt ¦ γαρ μωση ᴛʀ ¦ μωυσει γαρ ᴄᴛ γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οικτειρησω ¦ οικτιρησω ɴᴀ ꜱʙʟ οἰκτειρήσω ὃν ἂν §οικτειρω ¦ οικτιρω ɴᴀ ꜱʙʟ οἰκτείρω. 16 Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ *ελεουντος ¦ ελεωντος ᴄᴛ ἐλεοῦντος Θεοῦ. 17 Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.
God's Wrath and Mercy
19 Ἐρεῖς ουν μοι ¦ μοι ουν ᴄᴛ οὖν μοι, τι ¦ τι ουν ɴᴀ ꜱʙʟ Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; 20 §μενουνγε ω ανθρωπε ¦ ω ανθρωπε μενουνγε ᴄᴛ Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; 21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; 22 Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· 23 *και ¦ — ᴡʜ καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει,
 
Καλέσω τὸν οὐ λαόν μου λαόν μου·
καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.
26 Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ερρηθη ʙ17 ¦ ερρεθη ʙ11 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ἐρρήθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς,
ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.
 
27 Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ,
 
Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης,
τὸ καταλειμμα 87.9% ¦ υπολειμμα (υπολιμμα ᴡʜ) ɴᴀ ꜱʙʟ ᴛʜ 1% κατάλειμμα σωθήσεται·
28 λόγον γὰρ συντελῶν καὶ συντέμνων §εν δικαιοσυνη οτι λογον συντετμημενον 94.5% ¦ — ᴄᴛ 2.8% ἐν δικαιοσύνῃ·
ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
 
29 Καὶ καθὼς προείρηκεν Ἡσαΐας,
 
Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
ὡς Σόδομα ἂν ἐγενήθημεν,
καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
Israel's Unbelief
30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον *δικαιοσυνης ¦ — ᴄᴛ δικαιοσύνης οὐκ ἔφθασε. 32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων νομου ¦ — ᴄᴛ νόμου· προσέκοψαν γαρ ¦ — ᴄᴛ γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται,
 
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου·
καὶ §πας ¦ — ᴄᴛ πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.

*9:1 συμμαρτυρουσης ¦ συνμαρτυρουσης ᴛʜ ᴡʜ

9:3 ευχομην ¦ ηυχομην ᴀɴᴛ ᴄᴛ ᴛʀ

9:3 αυτος εγω αναθεμα ειναι ¦ αναθεμα ειναι αυτος εγω ᴄᴛ

§9:4 ισραηλιται ¦ ισραηλειται ᴛʜ ᴡʜ

*9:11 κακον ¦ φαυλον ᴄᴛ

9:11 προθεσις του θεου ¦ του θεου προθεσις ᴀɴᴛ ᴛʀ

9:12 ερρηθη ʙ18 ¦ ερρεθη ʙ11 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ

§9:13 καθως ¦ καθαπερ ᴡʜ

*9:13 εμισησα ¦ εμεισησα ᴛʜ

9:15 γαρ μωυση ʙpt ¦ γαρ μωυση ʙpt ¦ γαρ μωση ᴛʀ ¦ μωυσει γαρ ᴄᴛ

9:15 οικτειρησω ¦ οικτιρησω ɴᴀ ꜱʙʟ

§9:15 οικτειρω ¦ οικτιρω ɴᴀ ꜱʙʟ

*9:16 ελεουντος ¦ ελεωντος ᴄᴛ

9:19 ουν μοι ¦ μοι ουν ᴄᴛ

9:19 τι ¦ τι ουν ɴᴀ ꜱʙʟ

§9:20 μενουνγε ω ανθρωπε ¦ ω ανθρωπε μενουνγε ᴄᴛ

*9:23 και ¦ — ᴡʜ

9:26 ερρηθη ʙ17 ¦ ερρεθη ʙ11 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ

9:27 καταλειμμα 87.9% ¦ υπολειμμα (υπολιμμα ᴡʜ) ɴᴀ ꜱʙʟ ᴛʜ 1%

§9:28 εν δικαιοσυνη οτι λογον συντετμημενον 94.5% ¦ — ᴄᴛ 2.8%

*9:31 δικαιοσυνης ¦ — ᴄᴛ

9:32 νομου ¦ — ᴄᴛ

9:32 γαρ ¦ — ᴄᴛ

§9:33 πας ¦ — ᴄᴛ