15
The Jerusalem Council
The conflict
Καὶ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι «Ἐὰν μὴ περιτέμνησθε* τῷ ἔθει Μωϋσέος, οὐ δύνασθε σωθῆναι Γενομένης οὖν§ στάσεως καὶ ζητήσεως* οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν, πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν§ ὑπὸ* τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα Θεὸς ἐποίησεν μετ᾿ αὐτῶν. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι «Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν§ τε τηρεῖν τὸν νόμον Μωσέως*
The Council
Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων Θεὸς ἐν ὑμῖν ἐξελέξατο,§ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι. Καὶ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς αὐτοῖς* τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν· καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 Νῦν οὖν, τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 Ἀλλά, διὰ τῆς χάριτος τοῦ§ Κυρίου Ἰησοῦ* πιστεύομεν σωθῆναι, καθ᾿ ὃν τρόπον κἀκεῖνοι
12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾿ αὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων· 14 «Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 15 Καὶ τούτῳ§ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· 16 Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυίδ, τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν· 17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνηἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούςλέγει Κύριος * ποιῶν ταῦτα πάντα.› 18 Γνωστὰ ἀπ᾿ αἰῶνός ἐστιν τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. 19 Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, 20 ἀλλ᾿§ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ* τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. 21 Μωσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος
The edict
22 Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις, σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν§ Παύλῳ καὶ Βαρνάβᾳ· Ἰούδαν (τὸν ἐπικαλούμενον* Βαρσαβᾶν) καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς· 23 γράψαντες διὰ χειρὸς αὐτῶν τάδε· «Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ§ ἀδελφοί, τοῖς κατὰ* Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν· Χαίρειν. 24 Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες§ ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον*οἷς οὐ διεστειλάμεθα 25 ἔδοξεν ἡμῖν, γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27 Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 Ἔδοξεν γὰρ τῷ Ἁγίῳ Πνεύματι,§ καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων·* 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε.§ Ἔρρωσθε
Good results
30 Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον* εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν. 31 Ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας τε§ καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν. 33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.*,




35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.
Missionary journey II—Paul and Silas
Paul and Barnabas separate
36 Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν, «Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν§ κατὰ πᾶσαν πόλιν* ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν 37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν καὶ Ἰωάννην (τὸν καλούμενον§ Μᾶρκον). 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαβεῖν* τοῦτον. 39 Ἐγένετο οὖν παροξυσμὸς ὥστε χωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων. Τόν τε§ Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον· 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ* ὑπὸ τῶν ἀδελφῶν. 41 Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.
* 15:1 περιτεμνησθε f35 [96%] HF,RP,OC,TR,CP ¦ περιτμηθητε ℵA,C(D) [4%] NU ¦ περιθμητε B 15:1 εθει f35 D [95%] HF,RP,OC,TR,CP ¦ 1 τω ℵA,B,C [2%] NU ¦ 1 του [3%] 15:1 μωυσεος f35 [28%] CP ¦ μωυσεως ℵB,C [55%] HF,RP,OC,TR,NU ¦ μωσεως A,D [17%] § 15:2 ουν f35 A [93%] HF,RP,OC,TR,CP ¦ δε 𝕻45vℵB,C,D [7%] NU * 15:2 ζητησεως f35 ℵA,B,C [95%] HF,RP,OC,CP,NU ¦ συζητησεως [5%] TR 15:3 την f35 A [97%] HF,RP,OC,TR,CP ¦ 1 τε 𝕻45ℵB,C [3%] NU 15:3 και rell ¦ 1 την D [20%] § 15:4 απεδεχθησαν f35 C [96%] HF,RP,OC,TR,CP ¦ παρεδεχθησαν 𝕻45vℵA,B [3%] NU ¦ παρεδοθησαν D ¦ two other variants [1%] * 15:4 υπο f35 ℵA [99%] HF,RP,OC,TR,CP ¦ απο B,C [1%] NU 15:4 αυτων rell ¦ 1 και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως [35%] OC 15:5 πεπιστευκοτες rell ¦ πεπιστευκοτων [15%] § 15:5 παραγγελλειν rell ¦ παραγγελειν [15%] ¦ four further spellings ℵ [5%] * 15:5 μωσεως f35 A,D [35%] CP ¦ μωυσεως 𝕻45ℵB,C [60%] HF,RP,OC,TR,NU ¦ μωυσεος [5%] 15:6 δε f35 ℵA,D [97%] HF,RP,OC,TR,CP ¦ τε B,C [3%] NU 15:7 συζητησεως f35 (C,D) [95%] HF,RP,OC,TR,CP ¦ ζητησεως 𝕻45ℵA,B [5%] NU § 15:7 ο θεος εν υμιν εξελεξατο f35 [30%] ¦ 123 ημιν 5 [55%] HF,RP,OC,TR,CP ¦ 12 ημιν 5 [5%] ¦ 125 (1.5%) ¦ ~ 34512 ℵA,B,C [5%] NU ¦ ~ 3 ημιν 512 [1%] ¦ ~ 3 ημιν 125 [1%] ¦ ~ ημιν 125 (D) [1%] * 15:8 αυτοις f35 C(D) [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU 15:9 ουδεν f35 ℵA,C,D [40%] HF,RP,OC,TR,CP ¦ ουθεν B [60%] NU 15:10 επιθειναι rell ¦ επιθηναι [22%] § 15:11 του rell ¦ — [5%] TR * 15:11 ιησου f35 ℵA,B [95%] HF,RP,OC,NU ¦ 1 χριστου C,D [5%] TR,CP 15:12 παν το πληθος rell ¦ ~ 23 απαν CP ¦ απαν 23 [2%] ¦ 23 [1%] 15:14 επι f35 [87%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [13%] NU § 15:15 τουτω rell ¦ τουτο [25%] ¦ ουτως D * 15:17 ο f35 A,C [98%] HF,RP,OC,TR,CP ¦ — ℵB,D [2%] NU 15:17 ταυτα παντα f35 [48%] HF,RP,OC,TR ¦ ~ 21 [45%] CP ¦ 1 ℵA,B,C,D [7%] NU 15:18 εστιν (εισιν 6%; −ε. A 1%) τω θεω (κυριω A,D 2.5%) παντα (−π. A,D 2.5%) τα εργα (το εργον A,D 1%) αυτου f35 (A,D) [90%] HF,RP,OC,TR ¦ — ℵB,C [5%] NU ¦ CP gives the whole verse as: α εστι γνωστα απ αιωνος αυτω (5%) § 15:20 αλλ f35 𝕻45B,C [55%] ¦ αλλα ℵA [45%] HF,RP,OC,TR,CP,NU * 15:20 απο f35 A,C [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵB,D [2%] NU 15:20 ειδωλων rell ¦ ειδολων [20%] 15:21 μωσης f35 𝕻45A [35%] TR ¦ μωυσης ℵB,C,D [65%] HF,RP,OC,CP,NU § 15:22 συν f35 D [93%] HF,RP,CP ¦ 1 τω ℵA,B,C [7%] OC,TR,NU * 15:22 επικαλουμενον f35 [87%] HF,RP,OC,TR,CP ¦ καλουμενον 𝕻45ℵA,B,C,D [13%] NU 15:22 βαρσαβαν f35 [50%] TR ¦ βαρσαββαν ℵA,B,C(D) [50%] HF,RP,OC,CP,NU 15:23 ταδε f35 (C,D) (97.7%) HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵA,B (1.3%) NU ¦ ταυτα (0.8%) ¦ one other variant § 15:23 και οι f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [3%] NU * 15:23 κατα f35 [20%] ¦ 1 την ℵA,B,C,D [80%] HF,RP,OC,TR,CP,NU 15:24 επειδη rell ¦ επιδη D [14%] ¦ επι δε ℵ [1%] 15:24 εξ ημων f35 A,B,C [95%] HF,RP,OC,TR,NU ¦ — [4%] CP ¦ 1 υμων ℵ [1%] § 15:24 εξελθοντες f35 A(C)D (95%) HF,RP,OC,TR,CP[NU] ¦ ελθοντες (3.3%) ¦ — ℵB (1.7%) * 15:24 λεγοντες περιτεμνεσθαι και τηρειν τον νομον f35 C [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻45vℵA,B [4%] NU 15:25 εκλεξαμενοις f35 𝕻45vA,B [35%] CP,NU ¦ εκλεξαμενους ℵC,D [65%] HF,RP,OC,TR 15:25 παυλω rell ¦ παυλου [5%] CP § 15:28 αγιω πνευματι f35 C,D [95%] HF,RP,OC,TR,CP ¦ ~ 2 τω 1 ℵA,B [5%] NU * 15:28 των επαναγκες τουτων f35 [63%] HF,RP,OC,TR,CP ¦ ~ 312 B,C [30%] NU ¦ 12 (A) [5%] ¦ ~ 32 (ℵ)D [2%] 15:29 πνικτου f35 [97%] HF,RP,OC,TR,CP ¦ πνικτων ℵA,B,C [3%] NU ¦ — D 15:29 πορνειας rell ¦ 1 και οσα μη θελετε εαυτοις γινεσθαι ετεροις μη ποιειν (ποιειτε CP) D [5%] (CP) § 15:29 πραξετε rell ¦ πραξατε (D) [8%] CP ¦ four other variants C [2%] * 15:30 ηλθον f35 [90%] HF,RP,OC,TR,CP ¦ κατηλθον ℵA,B,C(D) [6%] NU ¦ απηλθον [4%] 15:30 επεδωκαν rell ¦ εδωκαν [25%] ¦ one other variant 15:31 αναγνοντες rell ¦ αναγνωντες [15%] § 15:32 τε rell ¦ δε D [5%] [some TRs] * 15:33 αποστολους f35 [95%] HF,RP,OC,TR,CP ¦ αποστειλαντας αυτους A,B,C,D [5%] NU ¦ αποστειλαντας εαυτους ℵ 15:33 1) (omit verse 34) f35 ℵA,B (70.8%) HF,RP,NU 2) εδοξεν δε τω σιλα επιμειναι αυτου (20.3%) OC,TR (OC is in small print) 3) εδοξεν δε τω σιλα επιμειναι αυτοθι (7.5%) CP 4) εδοξεν δε τω σιλα επιμειναι αυτους C(D) (1%) (two other readings) (0.4%) (RP,HF,NU agree that variant 1) is correct, and indeed verse 33 seems to require that Silas returned to Jerusalem; “they were sent back … to the apostles”, and “they” refers to Judas and Silas. The ‘problem’ is that in verse 40 Paul chooses Silas to accompany him, so he had to be in Antioch, not Jerusalem. Accordingly the longer reading was created to solve the ‘problem’. The “some days” of verse 36 could well have been a month or two. From Antioch to Jerusalem would be a trip of some 400 miles. Silas had time to go to Jerusalem and get back to Antioch.) 15:36 παυλος προς βαρναβαν f35 (D) [96%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵA,B,C [2%] NU ¦ ~ 23 ο 1 [2%] § 15:36 ημων f35 [90%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [10%] NU * 15:36 πασαν πολιν f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [3%] NU 15:37 εβουλευσατο f35 [92%] HF,RP,OC,TR,CP ¦ εβουλετο ℵA,B,C [5%] NU ¦ εβουλευετο D ¦ two other variants [2%] 15:37 και f35 A,C [39%] ¦ 1 τον ℵB [3%] NU ¦ τον [50%] HF,RP,OC,TR,CP ¦ — D [8%] § 15:37 καλουμενον rell ¦ επικαλουμενον C,D [20%] OC * 15:38 συμπαραλαβειν f35 [92%] HF,RP,OC,TR,CP ¦ συμπαραλαμβανειν 𝕻45v(ℵA,B,C) [8%] NU ¦ D is wild 15:39 ουν f35 C [90%] HF,RP,OC,TR,CP ¦ δε 𝕻45ℵA,B,D [10%] NU 15:39 χωρισθηναι f35 [20%] ¦ αποχωρισθηναι ℵA,B,C,D [75%] HF,RP,OC,TR,CP,NU ¦ four other variants [5%] § 15:39 τε rell ¦ δε [20%] ¦ τοτε D * 15:40 θεου f35 𝕻45C [97%] HF,RP,OC,TR,CP ¦ κυριου ℵA,B(D) [3%] NU 15:41 κιλικιαν f35 ℵA,C [98%] HF,RP,OC,TR,CP ¦ την 1 B,D [2%] [NU] ¦ της κιλικιας 𝕻45