Priest and Mediator of a better covenant
8
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· Τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς Μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων Λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν Κύριος, καὶ* οὐκ ἄνθρωπος. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται (ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον προσενέγκοι) εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾿ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων§ τῶν προσφερόντων κατὰ τὸν* νόμον τὰ δῶρα· οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων (καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· «Ὅρα γάρφησιν, «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει»)— νυνὶ δὲ διαφορωτέρας τέτευχεν§ λειτουργίας, ὅσῳ καὶ* κρείττονός ἐστιν διαθήκης Μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
A new covenant
Εἰ γὰρ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· μεμφόμενος γὰρ αὐτοῖς λέγει·
«Ἰδού, ἡμέραι ἔρχονταιλέγει Κύριος, «καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶνλέγει Κύριος.
10 «Ὅτι αὕτη διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείναςλέγει Κύριος, «διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 11 Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, ‹Γνῶθι τὸν Κύριον›· ὅτι πάντες εἰδήσουσίν με, ἀπὸ μικροῦ αὐτῶν§ ἕως μεγάλου αὐτῶν. 12 Ὅτι ἵλεως* ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι
13 Ἐν τῷ λέγεινκαινὴνπεπαλαίωκεν τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
* 8:2 και f35 A [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [3%] NU 8:3 προσενεγκοι f35 [20%] ¦ προσενεγκη rell (Optative or Subjunctive?) 8:4 γαρ f35 [96%] RP,HF,OC,TR,CP ¦ ουν 𝕻46ℵA,B [4%] NU § 8:4 των ιερεων f35 (93.8%) RP,HF,OC,TR,CP ¦ 2 (1.7%) ¦ — 𝕻46ℵA,B (4.5%) NU * 8:4 τον f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [5%] NU 8:5 ποιησεις f35 ℵA,B [95%] RP,HF,OC,CP,NU ¦ ποιησης [5%] TR ¦ — 𝕻46 8:6 νυνι f35 ℵA [98%] RP,HF,OC,TR,CP[NU] ¦ νυν 𝕻46B [2%] § 8:6 τετευχεν f35 B [40%] OC,TR ¦ τετυχεν 𝕻46ℵA [50%] RP,HF,NU ¦ τετυχηκεν [10%] CP (These are alternate forms of the perfect [apparently], so the meaning remains the same; τετυχεν appears to be a simplification of the older form.) * 8:6 και rell ¦ — [10%] CP 8:8 αυτοις f35 𝕻46B [90%] RP,HF,OC,TR,CP ¦ αυτους ℵA,I [10%] NU 8:11 πλησιον f35 [35%] TR ¦ πολιτην 𝕻46ℵA,B [65%] RP,HF,OC,CP,NU § 8:11 αυτων f35 [85%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [15%] NU * 8:12 ιλεως rell ¦ ιλεος [15%] 8:12 και των ανομιων αυτων f35 A (94.4%) RP,HF,OC,TR,CP ¦ 123 (1.8%) ¦ — 𝕻46ℵB (3.5%) NU ¦ 12 αδικιων 4 (0.4%)