5
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ *ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς §ἐδύνατο ἐν τῷ οὐρανῷ *ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, §οὔτε βλέπειν αὐτό. Καὶ *ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν λέων § ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζα *Δαυίδ, ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ §εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, *ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ §ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν. Καὶ ἦλθε, καὶ *εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι §ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος *κιθάραν, καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσι προσευχαὶ τῶν ἁγίων. Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες,
 
Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον,
καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ·
ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10 καὶ ἐποίησας §αὐτοὺς τῷ Θεῷ ἡμῶν *βασιλεῖς καὶ ἱερεῖς,
καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
 
11 Καὶ εἶδον, καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν §κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· *καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ,
 
Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον
λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν
καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
 
13 Καὶ πᾶν κτίσμα ἐν τῷ οὐρανῷ, καὶ §ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης *ἐστί, καὶ τὰ ἐν αὐτοῖς, πάντας ἤκουσα λέγοντας,
 
Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ
εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. §Ἀμήν.
 
14 Καὶ τὰ *τέσσαρα ζῷα λέγοντα τὸ Ἀμήν. Καὶ οἱ §πρεσβύτεροι *ἔπεσον, καὶ προσεκύνησαν.
* 5:1 εξωθεν 𝔐A,C,K 80.2% ¦ οπισθεν NA SBL TH TR WH 8.9% 5:2 εν ¦ — PCK TR 5:2 αξιος εστιν ¦ αξιος CT PCK ¦ εστιν αξιος TR § 5:3 εδυνατο ¦ ηδυνατο TR * 5:3 ανω ¦ — ANT BYZ CT PCK TR 5:3 ουτε ¦ ουδε BYZ CT PCK TR 5:3 ουτε ¦ ουδε BYZ CT PCK TR § 5:3 ουτε ¦ ουδε PCK TR * 5:4 εγω ¦ — ECM NA TH 5:4 πολυ ¦ πολλα TR 5:4 ανοιξαι ¦ ανοιξαι και αναγνωναι PCK TR § 5:5 ο ¦ ο ων TR * 5:5 δαυιδ ¦ ΔΑΔ Αν K BYZ ¦ δαβιδ HF TR ¦ δαυειδ WH 5:5 ο ανοιγων 𝔐K 41.7% ¦ ανοιξαι 𝔐A,C ANT BYZ CT PCK TR 53.5% 5:5 και ¦ και λυσαι TR § 5:6 ειδον ¦ ειδον και ιδου TR * 5:6 εχον ¦ εχων NA SBL TH WH 5:6 α 𝔐Apt,C,K 73.8% ¦ οι 𝔐Apt CT TR 22.7% 5:6 επτα πνευματα του θεου 𝔐A,C,K 72.8% ¦ πνευματα του θεου ECM† 10.1% ¦ επτα του θεου πνευματα TR 5.4% § 5:6 αποστελλομενα 𝔐C,K 59.2% ¦ τα απεσταλμενα 𝔐A TR 19.6% ¦ απεσταλμενοι NA SBL TH WH 1.2% * 5:7 ειληφεν ¦ ειληφε το βιβλιον TR 5:8 τεσσαρα ¦ τεσσερα WH 5:8 εικοσι τεσσαρες ¦ κδ΄ BYZ § 5:8 επεσον ¦ επεσαν ANT CT * 5:8 κιθαραν ¦ κιθαρας BYZ PCK TR 5:8 προσευχαι ¦ αι προσευχαι ANT BYZ CT PCK TR 5:9 ημας 𝔐A,C,K 75.1% ¦ — NA SBL WH 0.4% § 5:10 αυτους ¦ ημας TR * 5:10 βασιλεις 𝔐A,C,K 93.7% ¦ βασιλειαν ECM† NA SBL TH WH 5.1% 5:10 βασιλευσουσιν 𝔐Apt,C,Kpt 60.3% ¦ βασιλευουσιν 𝔐Apt,Kpt BYZ SBL WH 35.8% ¦ βασιλευσομεν TR 3.1% 5:11 ως ¦ — ECM† NA SBL TH TR WH § 5:11 κυκλω ¦ κυκλοθεν TR * 5:11 και ην ο αριθμος αυτων μυριαδες μυριαδων ¦ — ST 5:12 τον ¦ — Αν BYZ CT PCK TR 5:13 ο ¦ ο εστιν Αν BYZ PCK TR § 5:13 επι της γης ¦ εν τη γη TR * 5:13 εστι 𝔐K 45.3% ¦ α εστι 𝔐Apt,C BYZ ECM† PCK TR 36% ¦ — 𝔐Apt NA SBL 12.8% 5:13 παντας ¦ παντα ANT ECM† NA SBL TH TR WH 5:13 του θρονου ¦ τω θρονω ECM† HF NA SBL TH § 5:13 αμην 𝔐A,C,K 74.2% ¦ — ANT CT TR 19.6% * 5:14 τεσσαρα ¦ τεσσερα WH 5:14 λεγοντα ¦ ελεγον Αν ANT BYZ CT TR 5:14 το ¦ — Αν ANT CT TR § 5:14 πρεσβυτεροι ¦ εικοσι τεσσαρες πρεσβυτεροι TR * 5:14 επεσον ¦ επεσαν ANT CT TR 5:14 προσεκυνησαν ¦ προσεκυνησαν ζωντι εις τους αιωνας των αιωνων TR