10
Οὐ θέλω ⸀γὰρ*γὰρ WH Treg NA28 ] δὲ RP ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντοἐβαπτίσαντο WH Treg RP ] ἐβαπτίσθησαν NA28 ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν βρῶμαπνευματικὸν βρῶμα WH Treg NA28 ] βρῶμα πνευματικὸν RP ἔφαγον καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν ἔπιον πόμα§πνευματικὸν ἔπιον πόμα WH Treg NA28 ] πόμα πνευματικὸν ἔπιον RP , ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ ⸂πέτρα δὲ*πέτρα δὲ WH Treg NA28 ] δὲ πέτρα RP ἦν ὁ Χριστός· ἀλλʼ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. μηδὲ ἐκπειράζωμεν τὸν ⸀ΧριστόνΧριστόν RP NA28 ] κύριον WH Treg NIV ⸀καθώςκαθώς WH Treg NA28 ] + καί RP τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο§ἀπώλλυντο WH Treg NA28 ] ἀπώλοντο RP 10 μηδὲ γογγύζετε, ⸀καθάπερ*καθάπερ WH Treg NA28 ] καθὼς καί RP τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα ⸀δὲδὲ WH Treg NA28 ] + πάντα RP ⸂τυπικῶς συνέβαινεντυπικῶς συνέβαινεν WH Treg NA28 ] τύποι συνέβαινον RP ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν§κατήντηκεν WH Treg NA28 ] κατήντησεν RP 12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ ⸀δύνασθαι*δύνασθαι WH Treg NA28 ] + ὑμᾶς RP ὑπενεγκεῖν.
14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸂ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NA28 ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχοὐχ WH NA28 ] οὐχὶ RP Treg οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 τί οὖν φημι; ὅτι ⸂εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν§εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NA28 ] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP τί ἐστιν; 20 ἀλλʼ ὅτι ἃ ⸀θύουσιν*θύουσιν NA28 ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσινκαὶ οὐ θεῷ θύουσιν WH Treg NA28 ] θύει καὶ οὐ θεῷ RP , οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
23 ⸀Πάντα⸀Πάντα WH Treg NA28 ] + μοι RP ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει. ⸁πάντα§⸁πάντα WH Treg NA28 ] + μοι RP ἔξεστιν· ἀλλʼ οὐ πάντα οἰκοδομεῖ. 24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ⸀ἑτέρου*ἑτέρου WH Treg NA28 ] + ἕκαστος RP 25 πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, 26 τοῦ ⸂κυρίου γὰρκυρίου γὰρ WH Treg NA28 ] γὰρ κυρίου RP ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 ⸀εἴεἴ WH Treg NA28 ] + δέ RP τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 28 ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο ⸀ἱερόθυτόν§ἱερόθυτόν WH Treg NA28 ] εἰδωλόθυτόν RP ἐστιν, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν ⸀συνείδησιν*συνείδησιν WH Treg NA28 ] + Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς RP 29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32 ἀπρόσκοποι ⸂καὶ Ἰουδαίοις γίνεσθεκαὶ Ἰουδαίοις γίνεσθε WH Treg NA28 ] γίνεσθε καὶ Ἰουδαίοις RP καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ ⸀σύμφορονσύμφορον WH Treg NA28 ] συμφέρον RP ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

*10:1 γὰρ WH Treg NA28 ] δὲ RP

10:2 ἐβαπτίσαντο WH Treg RP ] ἐβαπτίσθησαν NA28

10:3 πνευματικὸν βρῶμα WH Treg NA28 ] βρῶμα πνευματικὸν RP

§10:4 πνευματικὸν ἔπιον πόμα WH Treg NA28 ] πόμα πνευματικὸν ἔπιον RP

*10:4 πέτρα δὲ WH Treg NA28 ] δὲ πέτρα RP

10:9 Χριστόν RP NA28 ] κύριον WH Treg NIV

10:9 καθώς WH Treg NA28 ] + καί RP

§10:9 ἀπώλλυντο WH Treg NA28 ] ἀπώλοντο RP

*10:10 καθάπερ WH Treg NA28 ] καθὼς καί RP

10:11 δὲ WH Treg NA28 ] + πάντα RP

10:11 τυπικῶς συνέβαινεν WH Treg NA28 ] τύποι συνέβαινον RP

§10:11 κατήντηκεν WH Treg NA28 ] κατήντησεν RP

*10:13 δύνασθαι WH Treg NA28 ] + ὑμᾶς RP

10:16 ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NA28 ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP

10:18 οὐχ WH NA28 ] οὐχὶ RP Treg

§10:19 εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NA28 ] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP

*10:20 θύουσιν NA28 ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP

10:20 καὶ οὐ θεῷ θύουσιν WH Treg NA28 ] θύει καὶ οὐ θεῷ RP

10:23 ⸀Πάντα WH Treg NA28 ] + μοι RP

§10:23 ⸁πάντα WH Treg NA28 ] + μοι RP

*10:24 ἑτέρου WH Treg NA28 ] + ἕκαστος RP

10:26 κυρίου γὰρ WH Treg NA28 ] γὰρ κυρίου RP

10:27 εἴ WH Treg NA28 ] + δέ RP

§10:28 ἱερόθυτόν WH Treg NA28 ] εἰδωλόθυτόν RP

*10:28 συνείδησιν WH Treg NA28 ] + Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς RP

10:32 καὶ Ἰουδαίοις γίνεσθε WH Treg NA28 ] γίνεσθε καὶ Ἰουδαίοις RP

10:33 σύμφορον WH Treg NA28 ] συμφέρον RP