ΠΕΤΡΟΥ Β
1
⸀Συμεὼν* Συμεὼν Treg NA28 RP ] Σιμων WHΠέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ⸂ἰδίᾳ δόξῃ καὶ ἀρετῇ ἰδίᾳ δόξῃ καὶ ἀρετῇ Treg NA28 ] διὰ δόξης καὶ ἀρετῆς WH RP, διʼ ὧν τὰ ⸂τίμια καὶ μέγιστα ἡμῖν τίμια καὶ μέγιστα ἡμῖν WH NA28 ] μέγιστα καὶ τίμια ἡμῖν Treg; τίμια ἡμῖν καὶ μέγιστα RP ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν ⸀τῷ§ τῷ WH Treg NA28 ] – RPκόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην· ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ⸀ἁμαρτημάτων* ἁμαρτημάτων Treg ] ἁμαρτιῶν WH NA28 RP 10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε· 11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. 12 Διὸ ⸀μελλήσω μελλήσω WH Treg NA28 ] οὐκ ἀμελήσω RPἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦμαι, ἐφʼ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι· 15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. 16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλʼ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης· ⸂Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν WH NA28 ] οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός Treg RP, εἰς ὃν ἐγὼ εὐδόκησα— 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ⸂ἁγίῳ ὄρει§ ἁγίῳ ὄρει WH Treg NA28 ] ὄρει τῷ ἁγίῳ RP. 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· 20 τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται, 21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ⸂προφητεία ποτέ* προφητεία ποτέ WH Treg NA28 ] ποτὲ προφητεία RP , ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ⸀ἀπὸ ἀπὸ WH NA28 ] ἅγιοι Treg RPθεοῦ ἄνθρωποι.

*1:1 Συμεὼν Treg NA28 RP ] Σιμων WH

1:3 ἰδίᾳ δόξῃ καὶ ἀρετῇ Treg NA28 ] διὰ δόξης καὶ ἀρετῆς WH RP

1:4 τίμια καὶ μέγιστα ἡμῖν WH NA28 ] μέγιστα καὶ τίμια ἡμῖν Treg; τίμια ἡμῖν καὶ μέγιστα RP

§1:4 τῷ WH Treg NA28 ] – RP

*1:9 ἁμαρτημάτων Treg ] ἁμαρτιῶν WH NA28 RP

1:12 μελλήσω WH Treg NA28 ] οὐκ ἀμελήσω RP

1:17 Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν WH NA28 ] οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός Treg RP

§1:18 ἁγίῳ ὄρει WH Treg NA28 ] ὄρει τῷ ἁγίῳ RP

*1:21 προφητεία ποτέ WH Treg NA28 ] ποτὲ προφητεία RP

1:21 ἀπὸ WH NA28 ] ἅγιοι Treg RP