4
But it isn’t easy
Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.*εκκακουμεν f35 C [97%] RP,HF,OC,TR,CP ¦ εγκακουμεν ℵA,B [2%] NU ¦ ενκακουμεν 𝕻46 [1%] Ἀλλά,αλλα rell ¦ αλλ [20%] OC,TR ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντεςσυνιστωντες f35 [94%] RP,HF,OC,TR,CP ¦ συνιστανοντες 𝕻46B [2.5%] NU ¦ συνισταντες ℵC [3%] ¦ συνιστοντες [0.5%] ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων, ἐνώπιον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς§αυτοις f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.*θεου f35 𝕻46ℵA,B,C [78%] RP,HF,OC,TR,NU ¦ 1 του αορατου [22%] CP
Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦνχριστον ιησουν f35 B [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,C [3%] NU Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν· ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαιλαμψαι f35 C [98.5%] RP,HF,OC,TR,CP ¦ λαμψει 𝕻46ℵA,B [1.5%] NU ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ§ιησου f35 𝕻46ℵC [98.5%] RP,HF,OC,TR,CP[NU] ¦ — A,B [0.5%] ¦ ~ χριστου 1 [1%] Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν— ἐν παντὶ θλιβόμενοι, ἀλλ᾿ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾿ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾿ οὐκ ἀπολλύμενοι· 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου*κυριου f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 Ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 Ὥστε, ὁ μὲνμεν f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻46(ℵ)A,B,C [4%] NU θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
Momentary affliction, eternal glory
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, «Ἐπίστευσα· διὸ ἐλάλησα,» καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰδια f35 [96%] RP,HF,OC,TR,CP ¦ συν 𝕻46ℵB,C [4%] NU Ἰησοῦ ἐγερεῖ§εγερει f35 𝕻46ℵB,C [87%] RP,HF,OC,TR,NU ¦ εξεγερει [13%] CP καὶ παραστήσει σὺν ὑμῖν.*υμιν rell ¦ ημιν [15%] 15 Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίανευχαριστιαν rell ¦ ευχαριστειαν [13%] περισσεύσῃπερισσευση rell ¦ περισσευη [9%] ¦ περισσευσει [10%] ¦ περισσευει [2%] εἰς τὴν δόξαν τοῦ Θεοῦ.
16 Διὸ οὐκ ἐκκακοῦμεν§εκκακουμεν f35 C [98%] RP,HF,OC,TR,CP ¦ εγκακουμεν (𝕻46)ℵB [2%] NU—ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται,*διαφθειρεται f35 𝕻46ℵB(C) [78%] RP,HF,OC,TR,CP,NU ¦ φθειρεται [22%] ἀλλ᾿ ὁ ἔσωθενεσωθεν f35 [85%] RP,HF,OC,TR ¦ εσω [10%] CP ¦ εσω ημων 𝕻46ℵB,C [4%] NU ¦ 1 ημων [1%] ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ— 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

*4:1 εκκακουμεν f35 C [97%] RP,HF,OC,TR,CP ¦ εγκακουμεν ℵA,B [2%] NU ¦ ενκακουμεν 𝕻46 [1%]

4:2 αλλα rell ¦ αλλ [20%] OC,TR

4:2 συνιστωντες f35 [94%] RP,HF,OC,TR,CP ¦ συνιστανοντες 𝕻46B [2.5%] NU ¦ συνισταντες ℵC [3%] ¦ συνιστοντες [0.5%]

§4:4 αυτοις f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU

*4:4 θεου f35 𝕻46ℵA,B,C [78%] RP,HF,OC,TR,NU ¦ 1 του αορατου [22%] CP

4:5 χριστον ιησουν f35 B [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,C [3%] NU

4:6 λαμψαι f35 C [98.5%] RP,HF,OC,TR,CP ¦ λαμψει 𝕻46ℵA,B [1.5%] NU

§4:6 ιησου f35 𝕻46ℵC [98.5%] RP,HF,OC,TR,CP[NU] ¦ — A,B [0.5%] ¦ ~ χριστου 1 [1%]

*4:10 κυριου f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU

4:12 μεν f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻46(ℵ)A,B,C [4%] NU

4:14 δια f35 [96%] RP,HF,OC,TR,CP ¦ συν 𝕻46ℵB,C [4%] NU

§4:14 εγερει f35 𝕻46ℵB,C [87%] RP,HF,OC,TR,NU ¦ εξεγερει [13%] CP

*4:14 υμιν rell ¦ ημιν [15%]

4:15 ευχαριστιαν rell ¦ ευχαριστειαν [13%]

4:15 περισσευση rell ¦ περισσευη [9%] ¦ περισσευσει [10%] ¦ περισσευει [2%]

§4:16 εκκακουμεν f35 C [98%] RP,HF,OC,TR,CP ¦ εγκακουμεν (𝕻46)ℵB [2%] NU

*4:16 διαφθειρεται f35 𝕻46ℵB(C) [78%] RP,HF,OC,TR,CP,NU ¦ φθειρεται [22%]

4:16 εσωθεν f35 [85%] RP,HF,OC,TR ¦ εσω [10%] CP ¦ εσω ημων 𝕻46ℵB,C [4%] NU ¦ 1 ημων [1%]