2
Our position in Christ
Καὶ ὑμᾶς,*υμας rell ¦ ημας [10%] ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις,αμαρτιαις f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 υμων 𝕻46ℵB [5%] NU ¦ 1 εαυτων A ἐν αἷς ποτε περιεπατήσατε, κατὰ τὸν Αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμενημεν f35 A [98%] RP,HF,OC,TR,CP ¦ ημεθα 𝕻46ℵB [2%] NU ¦ one other reading τέκνα φύσει§τεκνα φυσει rell ¦ ~ 21 A [9%] ¦ 1 [1%] ὀργῆς, ὡς καὶ οἱ λοιποί. Ὁ δὲ Θεός—πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν—συνεζωοποίησεν τῷ Χριστῷ (χάριτί ἐστε σεσωσμένοι) καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον*τον υπερβαλλοντα πλουτον f35 (95.8%) RP,HF,OC,TR,CP ¦ το υπερβαλλον πλουτος 𝕻46A,B (2.7%) NU ¦ omit whole verse or more ℵ (1.5%) τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, διὰ τῆςτης f35 A [96%] RP,HF,OC,TR,CP ¦ — ℵB [4%] NU πίστεως—καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον— οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶεπι rell ¦ επ [30%] ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
Once far, now near in Christ
11 Διό, μνημονεύετε ὅτι ὑμεῖς ποτε§υμεις ποτε f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [4%] NU ¦ two other readings τὰ ἔθνη ἐν σαρκί—οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς (ἐν σαρκὶ χειροποιήτου)— 12 ὅτι ἦτε ἐν*εν f35 𝕻46 [98%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [2%] NU τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. 13 Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητεεγγυς εγενηθητε f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵA,B [4%] NU ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
Two into one
14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχονμεσοτοιχον rell ¦ μεσοτυχον [10%] τοῦ φραγμοῦ λύσας, 15 τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ§εαυτω f35 [96%] RP,HF,OC,TR,CP ¦ αυτω 𝕻46ℵA,B [4%] NU εἰς ἕνα καινὸν ἄνθρωπον (ποιῶν εἰρήνην), 16 καὶ ἀποκαταλλάξῃ*αποκαταλλαξη rell ¦ αποκαταλλαξει [10%] τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ (ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ). 17 Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ἡμῖν,ημιν f35 [40%] ¦ υμιν 𝕻46ℵA,B [60%] RP,HF,OC,TR,CP,NU τοῖς μακρὰν καὶκαι f35 (93.4%) RP,HF,OC,TR,CP ¦ 1 ειρηνην 𝕻46ℵA,B (6.3%) NU ¦ — (0.3%) τοῖς ἐγγύς, 18 ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.
19 Ἄρα οὖν, οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ§αλλα f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 εστε ℵB [1%] NU ¦ αλλ εστε A,C [3%] ¦ 1 και [1%] συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος*οντος rell ¦ οντως [10%] ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ·αυτου ιησου χριστου f35 C [96%] RP,HF,OC,TR,CP ¦ ~ 132 A,B [3%] NU ¦ του 3 ℵ [1%] 21 ἐν ᾧ πᾶσαπασα f35 ℵB [95%] RP,HF,OC,CP,NU ¦ 1 η A,C [5%] TR οἰκοδομή, συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.

*2:1 υμας rell ¦ ημας [10%]

2:1 αμαρτιαις f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 υμων 𝕻46ℵB [5%] NU ¦ 1 εαυτων A

2:3 ημεν f35 A [98%] RP,HF,OC,TR,CP ¦ ημεθα 𝕻46ℵB [2%] NU ¦ one other reading

§2:3 τεκνα φυσει rell ¦ ~ 21 A [9%] ¦ 1 [1%]

*2:7 τον υπερβαλλοντα πλουτον f35 (95.8%) RP,HF,OC,TR,CP ¦ το υπερβαλλον πλουτος 𝕻46A,B (2.7%) NU ¦ omit whole verse or more ℵ (1.5%)

2:8 της f35 A [96%] RP,HF,OC,TR,CP ¦ — ℵB [4%] NU

2:10 επι rell ¦ επ [30%]

§2:11 υμεις ποτε f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [4%] NU ¦ two other readings

*2:12 εν f35 𝕻46 [98%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [2%] NU

2:13 εγγυς εγενηθητε f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵA,B [4%] NU

2:14 μεσοτοιχον rell ¦ μεσοτυχον [10%]

§2:15 εαυτω f35 [96%] RP,HF,OC,TR,CP ¦ αυτω 𝕻46ℵA,B [4%] NU

*2:16 αποκαταλλαξη rell ¦ αποκαταλλαξει [10%]

2:17 ημιν f35 [40%] ¦ υμιν 𝕻46ℵA,B [60%] RP,HF,OC,TR,CP,NU

2:17 και f35 (93.4%) RP,HF,OC,TR,CP ¦ 1 ειρηνην 𝕻46ℵA,B (6.3%) NU ¦ — (0.3%)

§2:19 αλλα f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 εστε ℵB [1%] NU ¦ αλλ εστε A,C [3%] ¦ 1 και [1%]

*2:20 οντος rell ¦ οντως [10%]

2:20 αυτου ιησου χριστου f35 C [96%] RP,HF,OC,TR,CP ¦ ~ 132 A,B [3%] NU ¦ του 3 ℵ [1%]

2:21 πασα f35 ℵB [95%] RP,HF,OC,CP,NU ¦ 1 η A,C [5%] TR