Putting the theology into practice
4
Unity
Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος,*πραοτητος f35 A [98%] RP,HF,OC,TR,CP ¦ πραυτητος ℵB,C [2%] NU μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἓν Πνεῦμα (καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν),υμων rell ¦ ημων CP εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν.ημιν f35 [90%] RP,HF,OC,CP ¦ υμιν [5%] TR ¦ — 𝕻46ℵA,B,C [5%] NU
Building up the body
Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει, «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ§και f35 B,C [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA [3%] NU ἔδωκεν δόματα τοῖς ἀνθρώποις.» (Τὸ δὲ ‹ἀνέβη› τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον*πρωτον f35 B (96.3%) RP,HF,OC,TR,CP ¦ πρωτερον (0.7%) ¦ — (𝕻46)ℵA,C,I (3%) NU εἰς τὰ κατώτερα μέρημερη f35 ℵA,B,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46 [1%] τῆς γῆς; 10 Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.) 11 Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι καταντήσομενκαταντησομεν f35 [50%] CP ¦ καταντησωμεν 𝕻46ℵA,B,C [50%] RP,HF,OC,TR,NU οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· 14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν§μεθοδειαν f35 C [80%] RP,HF,OC,TR,NU ¦ μεθοδιαν ℵB [20%] CP ¦ μεθοδιας A ¦ one other reading τῆς πλάνης· 15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός·*ο χριστος f35 [97%] RP,HF,OC,TR,CP ¦ 2 ℵA,B,C [3%] NU ¦ του χριστου 𝕻46 16 ἐξ οὗ πᾶν τὸ σῶμα, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ᾿ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖταιποιειται rell ¦ ποιηται CP εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
Put away the old, put on the new
17 Τοῦτο οὖν, λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ· μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰλοιπα f35 (91.8%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,I (5.3%) NU ¦ part of a long omission (2.8%) ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, 18 ἐσκοτισμένοι§εσκοτισμενοι f35 [98%] RP,HF,OC,TR,CP ¦ εσκοτωμενοι 𝕻46,49ℵA,B,I [2%] NU τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, 19 οἵτινες, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20 Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν— 21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε (καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ)· 22 ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον (τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης), 23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
Practical instruction
25 Διό, ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε*λαλειτε rell ¦ 1 την [10%] ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷτω f35 [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻49ℵA,B [1%] παροργισμῷ ὑμῶν, 27 μηδὲμηδε f35 𝕻46ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ μητε [15%] TR δίδοτε τόπον τῷ διαβόλῳ. 28 Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν,§το αγαθον ταις χερσιν f35 (71.7%) RP,HF,OC,TR ¦ 123 ιδιαις 4 (16%) CP ¦ 12 εν 34 (2%) ¦ ~ 3412 𝕻46,49B,I (1.5%) ¦ ~ 3 ιδιαις 412 ℵA (7%) [NU] ¦ 12 (0.8%) ¦ four other variants (1%) ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾿*αλλ rell ¦ αλλα B [1%] NU εἴ τις ἀγαθὸς πρὸς οἰκοδομήν, τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν, σὺν πάσῃ κακίᾳ. 32 Γίνεσθε δὲδε f35 𝕻49ℵA [96%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [3%] ¦ ουν [1%] εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷθεος εν χριστω rell ¦ χριστος [2%] CP ἐχαρίσατο ὑμῖν.§υμιν f35 𝕻46ℵA [35%] TR,NU ¦ ημιν 𝕻49B [65%] RP,HF,OC,CP

*4:2 πραοτητος f35 A [98%] RP,HF,OC,TR,CP ¦ πραυτητος ℵB,C [2%] NU

4:4 υμων rell ¦ ημων CP

4:6 ημιν f35 [90%] RP,HF,OC,CP ¦ υμιν [5%] TR ¦ — 𝕻46ℵA,B,C [5%] NU

§4:8 και f35 B,C [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA [3%] NU

*4:9 πρωτον f35 B (96.3%) RP,HF,OC,TR,CP ¦ πρωτερον (0.7%) ¦ — (𝕻46)ℵA,C,I (3%) NU

4:9 μερη f35 ℵA,B,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46 [1%]

4:13 καταντησομεν f35 [50%] CP ¦ καταντησωμεν 𝕻46ℵA,B,C [50%] RP,HF,OC,TR,NU

§4:14 μεθοδειαν f35 C [80%] RP,HF,OC,TR,NU ¦ μεθοδιαν ℵB [20%] CP ¦ μεθοδιας A ¦ one other reading

*4:15 ο χριστος f35 [97%] RP,HF,OC,TR,CP ¦ 2 ℵA,B,C [3%] NU ¦ του χριστου 𝕻46

4:16 ποιειται rell ¦ ποιηται CP

4:17 λοιπα f35 (91.8%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,I (5.3%) NU ¦ part of a long omission (2.8%)

§4:18 εσκοτισμενοι f35 [98%] RP,HF,OC,TR,CP ¦ εσκοτωμενοι 𝕻46,49ℵA,B,I [2%] NU

*4:25 λαλειτε rell ¦ 1 την [10%]

4:26 τω f35 [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻49ℵA,B [1%]

4:27 μηδε f35 𝕻46ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ μητε [15%] TR

§4:28 το αγαθον ταις χερσιν f35 (71.7%) RP,HF,OC,TR ¦ 123 ιδιαις 4 (16%) CP ¦ 12 εν 34 (2%) ¦ ~ 3412 𝕻46,49B,I (1.5%) ¦ ~ 3 ιδιαις 412 ℵA (7%) [NU] ¦ 12 (0.8%) ¦ four other variants (1%)

*4:29 αλλ rell ¦ αλλα B [1%] NU

4:32 δε f35 𝕻49ℵA [96%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [3%] ¦ ουν [1%]

4:32 θεος εν χριστω rell ¦ χριστος [2%] CP

§4:32 υμιν f35 𝕻46ℵA [35%] TR,NU ¦ ημιν 𝕻49B [65%] RP,HF,OC,CP