About faith
11
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα*τα βλεπομενα f35 [96%] RP,HF,OC,TR,CP ¦ το βλεπομενον 𝕻13ℵA [4%] NU γεγονέναι.
Abel, Enoch, Noah
Πίστει πλείονα θυσίαν Ἄβελἀβελ f35 [80%] RP,OC,TR,CP ¦ ἁβελ ℵA [20%] HF,NU παρὰ Κάϊν προσήνεγκεν τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾿ αὐτῆς, ἀποθανών, ἔτι λαλεῖται.λαλειται f35 [91%] RP,HF,OC,TR,CP ¦ λαλει 𝕻13,46ℵA [8%] NU ¦ μαρτυρειται [1%] Πίστει Ἐνὼχ§ἐνωχ f35 [80%] OC,TR,CP ¦ ἑνωχ ℵA [20%] RP,HF,NU μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο*ευρισκετο f35 [92%] RP,HF,OC,TR,CP ¦ ηυρισκετο 𝕻46ℵA [8%] NU διότι μετέθηκενμετεθηκεν rell ¦ μετετεθηκεν ℵ [10%] ¦ μετατεθηκεν [2%] CP αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦαυτου f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA [4%] NU μεμαρτύρηται εὐηρεστηκέναι§ευηρεστηκεναι f35 𝕻46ℵ [75%] RP,HF,OC,TR,CP ¦ ευαρεστηκεναι A [25%] NU (Soden here mentions Kr specifically for the second time and assigns it to the minority reading, but he is certainly in error.) τῷ Θεῷ.
Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Πίστει, χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθείς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾿ ἧς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Abraham and Sarah
Πίστει, καλούμενος Ἁβραάμ, ὑπήκουσεν ἐξελθεῖν*εξελθειν rell ¦ εξελθων CP εἰς τὸντον f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA [3%] NU τόπον ὃν ἤμελλενημελλεν f35 𝕻46ℵA [75%] RP,HF,TR,NU ¦ εμελλεν [25%] OC,CP λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξῆλθεν, μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν§παρωκησεν f35 𝕻46ℵA [90%] RP,HF,OC,TR,NU ¦ 1 αβρααμ [10%] CP εἰς*εις f35 𝕻46ℵA [80%] RP,HF,CP,NU ¦ 1 την [20%] OC,TR (Soden here mentions Kr specifically for the third time and assigns it to the minority reading, but he is certainly in error.) γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας, μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
11 Πίστει καὶ αὐτὴ Σάρρασαρρα f35 𝕻13vℵA [84%] RP,HF,OC,TR ¦ 1 στειρα 𝕻46 [2%] NU ¦ 1 η στειρα [4%] ¦ 1 στειρα ουσα [10%] CP δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν,ετεκεν f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻13v,46ℵA [3%] NU ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. 12 Διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν,§εγεννηθησαν f35 ℵ [90%] RP,HF,OC,TR,CP,NU ¦ εγενηθησαν 𝕻46A [10%] Nestle24 καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ *ως η f35 𝕻46ℵA [95%] RP,HF,OC,TR,CP ¦ ωσει [5%] TR ἄμμοςαμμος rell ¦ αμος CP ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
Seeking a heavenly homeland
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες—μὴ λαβόντεςλαβοντες f35 𝕻46 (90.3%) RP,HF,OC,TR,CP ¦ κομισαμενοι ℵI (8.8%) NU ¦ προσδεξαμενοι A [alone] ¦ — (0.7%) τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες§ιδοντες f35 𝕻46ℵA [98%] RP,HF,OC,CP,NU ¦ 1 και πεισθεντες [2%] TR καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. 14 Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. 15 Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξῆλθον,*εξηλθον f35 (96.8%) RP,HF,OC,TR,CP ¦ εξεβησαν 𝕻46vℵA (2.8%) NU ¦ two other variants (0.4%) εἶχον ἂν καιρὸν ἀνακάμψαι. 16 Νῦννυν f35 𝕻46ℵA [95%] RP,HF,OC,CP,NU ¦ νυνι [5%] TR δὲ κρείττονος ὀρέγονται, τοῦτ᾿ ἔστιν, ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
Patriarchs
17 Πίστει προσενήνοχεν Ἁβραὰμ τὸν Ἰσαάκ, πειραζόμενος· καί, τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18 πρὸς ὃν ἐλαλήθη ὅτι «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,» 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20 Πίστειπιστει f35 ℵ [92%] RP,HF,OC,TR,CP ¦ 1 και 𝕻46A [8%] NU περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ.§ἡσαυ f35 [30%] ¦ ἠσαυ ℵA [70%] RP,HF,OC,TR,CP,NU 21 Πίστει Ἰακώβ, ἀποθνήσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22 Πίστει Ἰωσήφ, τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
Moses
23 Πίστει Μωϋσῆς, γεννηθείς, ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24 Πίστει Μωϋσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου*αιγυπτου f35 ℵ [84%] RP,HF,OC,CP,NU ¦ εν 1 A ¦ εν αιγυπτω [15%] TR ¦ αιγυπτιων [1%] θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. 27 Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ Ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. 28 Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. 29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς,ξηρας f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 γης 𝕻13,46ℵA,0227 [5%] NU ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
30 Πίστει τὰ τείχη Ἱεριχὼἱεριχω f35 [80%] OC,TR,CP ¦ ἰεριχω ℵA [20%] RP,HF,NU ἔπεσεν,§επεσεν f35 𝕻46 [94%] RP,HF,OC,TR,CP ¦ επεσαν ℵA [3%] NU ¦ κατεπεσεν [2%] ¦ επεσον [1%] κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ᾿ εἰρήνης.
Exploits achieved through faith
32 Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με*γαρ με f35 𝕻13,46 I [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [3%] NU ¦ 2 [2%] διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶτε και f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA,I [4%] NU Σαμψὼν καὶκαι f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA,I [5%] NU Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας,§μαχαιρας f35 [97%] RP,HF,OC,TR,CP ¦ μαχαιρης 𝕻46ℵA [3%] NU ἐνεδυναμώθησαν*ενεδυναμωθησαν f35 [97%] RP,HF,OC,TR,CP ¦ εδυναμωθησαν 𝕻13,46ℵA [3%] NU ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. 35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. 36 Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς. 37 Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν,επρισθησαν επειρασθησαν f35 𝕻13 A (88.4%) RP,HF,OC,TR,CP ¦ ~ 21 (ℵ048) (3.4%) ¦ 1 𝕻46 (7.5%) NU ¦ two other variants (0.7%) ἐν φόνῳ μαχαίραςμαχαιρας f35 [97%] RP,HF,OC,TR,CP ¦ μαχαιρης 𝕻46ℵA [3%] NU ἀπέθανον. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι§κακουχουμενοι rell ¦ κακοχουμενοι [20%] 38 —ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος—ἐν*εν f35 [94%] RP,HF,OC,TR,CP ¦ επι 𝕻13,46ℵA [3%] NU ¦ επ [3%] ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

*11:3 τα βλεπομενα f35 [96%] RP,HF,OC,TR,CP ¦ το βλεπομενον 𝕻13ℵA [4%] NU

11:4 ἀβελ f35 [80%] RP,OC,TR,CP ¦ ἁβελ ℵA [20%] HF,NU

11:4 λαλειται f35 [91%] RP,HF,OC,TR,CP ¦ λαλει 𝕻13,46ℵA [8%] NU ¦ μαρτυρειται [1%]

§11:5 ἐνωχ f35 [80%] OC,TR,CP ¦ ἑνωχ ℵA [20%] RP,HF,NU

*11:5 ευρισκετο f35 [92%] RP,HF,OC,TR,CP ¦ ηυρισκετο 𝕻46ℵA [8%] NU

11:5 μετεθηκεν rell ¦ μετετεθηκεν ℵ [10%] ¦ μετατεθηκεν [2%] CP

11:5 αυτου f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA [4%] NU

§11:5 ευηρεστηκεναι f35 𝕻46ℵ [75%] RP,HF,OC,TR,CP ¦ ευαρεστηκεναι A [25%] NU (Soden here mentions Kr specifically for the second time and assigns it to the minority reading, but he is certainly in error.)

*11:8 εξελθειν rell ¦ εξελθων CP

11:8 τον f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA [3%] NU

11:8 ημελλεν f35 𝕻46ℵA [75%] RP,HF,TR,NU ¦ εμελλεν [25%] OC,CP

§11:9 παρωκησεν f35 𝕻46ℵA [90%] RP,HF,OC,TR,NU ¦ 1 αβρααμ [10%] CP

*11:9 εις f35 𝕻46ℵA [80%] RP,HF,CP,NU ¦ 1 την [20%] OC,TR (Soden here mentions Kr specifically for the third time and assigns it to the minority reading, but he is certainly in error.)

11:11 σαρρα f35 𝕻13vℵA [84%] RP,HF,OC,TR ¦ 1 στειρα 𝕻46 [2%] NU ¦ 1 η στειρα [4%] ¦ 1 στειρα ουσα [10%] CP

11:11 ετεκεν f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻13v,46ℵA [3%] NU

§11:12 εγεννηθησαν f35 ℵ [90%] RP,HF,OC,TR,CP,NU ¦ εγενηθησαν 𝕻46A [10%] Nestle24

*11:12 ως η f35 𝕻46ℵA [95%] RP,HF,OC,TR,CP ¦ ωσει [5%] TR

11:12 αμμος rell ¦ αμος CP

11:13 λαβοντες f35 𝕻46 (90.3%) RP,HF,OC,TR,CP ¦ κομισαμενοι ℵI (8.8%) NU ¦ προσδεξαμενοι A [alone] ¦ — (0.7%)

§11:13 ιδοντες f35 𝕻46ℵA [98%] RP,HF,OC,CP,NU ¦ 1 και πεισθεντες [2%] TR

*11:15 εξηλθον f35 (96.8%) RP,HF,OC,TR,CP ¦ εξεβησαν 𝕻46vℵA (2.8%) NU ¦ two other variants (0.4%)

11:16 νυν f35 𝕻46ℵA [95%] RP,HF,OC,CP,NU ¦ νυνι [5%] TR

11:20 πιστει f35 ℵ [92%] RP,HF,OC,TR,CP ¦ 1 και 𝕻46A [8%] NU

§11:20 ἡσαυ f35 [30%] ¦ ἠσαυ ℵA [70%] RP,HF,OC,TR,CP,NU

*11:26 αιγυπτου f35 ℵ [84%] RP,HF,OC,CP,NU ¦ εν 1 A ¦ εν αιγυπτω [15%] TR ¦ αιγυπτιων [1%]

11:29 ξηρας f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 γης 𝕻13,46ℵA,0227 [5%] NU

11:30 ἱεριχω f35 [80%] OC,TR,CP ¦ ἰεριχω ℵA [20%] RP,HF,NU

§11:30 επεσεν f35 𝕻46 [94%] RP,HF,OC,TR,CP ¦ επεσαν ℵA [3%] NU ¦ κατεπεσεν [2%] ¦ επεσον [1%]

*11:32 γαρ με f35 𝕻13,46 I [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [3%] NU ¦ 2 [2%]

11:32 τε και f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA,I [4%] NU

11:32 και f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA,I [5%] NU

§11:34 μαχαιρας f35 [97%] RP,HF,OC,TR,CP ¦ μαχαιρης 𝕻46ℵA [3%] NU

*11:34 ενεδυναμωθησαν f35 [97%] RP,HF,OC,TR,CP ¦ εδυναμωθησαν 𝕻13,46ℵA [3%] NU

11:37 επρισθησαν επειρασθησαν f35 𝕻13 A (88.4%) RP,HF,OC,TR,CP ¦ ~ 21 (ℵ048) (3.4%) ¦ 1 𝕻46 (7.5%) NU ¦ two other variants (0.7%)

11:37 μαχαιρας f35 [97%] RP,HF,OC,TR,CP ¦ μαχαιρης 𝕻46ℵA [3%] NU

§11:37 κακουχουμενοι rell ¦ κακοχουμενοι [20%]

*11:38 εν f35 [94%] RP,HF,OC,TR,CP ¦ επι 𝕻13,46ℵA [3%] NU ¦ επ [3%]