15
The true vine
»Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν*πλειονα καρπον f35 A,D [98%] CP,HF,RP,OC,TR ¦ ~ 21 B [2%] NU ¦ ~ 2 πλειω ℵ φέρῃ. Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μὴ μείνῃμεινη f35 𝕻66A,D [99.5%] CP,HF,RP,OC,TR ¦ μενη ℵB [0.5%] NU ἐν τῇ ἀμπέλῳ, οὕτωςουτως rell ¦ ουτος CP οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε.§μεινητε f35 D [99.5%] CP,HF,RP,OC,TR ¦ μενητε ℵA,B [0.5%] NU ¦ μενων 𝕻66
»Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ἐὰν μή τις μείνῃ*μεινη f35 [99%] CP,HF,RP,OC,TR ¦ μενη 𝕻66ℵA,B,D [1%] NU ἐν ἐμοί, ἐβλήθη ἔξω, ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη· καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸτο rell ¦ — D [20%] TR πῦρ βάλλουσιν, καὶ καίεται. Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε,αιτησεσθε f35 ℵ [85%] CP,HF,RP,TR ¦ αιτησασθε B [10%] OC,NU ¦ αιτησασθαι A,D [0.5%] ¦ αιτησεσθαι [4.5%] καὶ γενήσεται ὑμῖν. Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου· ἵνα καρπὸν πολὺν φέρητε· καὶ γενήσεσθε§γενησεσθε f35 [96%] CP,HF,RP,OC,TR ¦ γενησθε B [3%] NU ¦ γενησεσθαι ℵA [0.5%] ¦ γενησθαι 𝕻66vD [0.5%] ἐμοὶ μαθηταί.
We love
»Καθὼς ἠγάπησέν με ὁ Πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς·*ηγαπησα υμας f35 𝕻66ℵA [98.5%] CP,HF,RP,OC,TR ¦ ~ 21 B,D [1.5%] NU μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10 Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα καὶ μένωμένω rell ¦ μενῶ [25%] αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ,μεινη f35 ℵ [98.5%] CP,HF,RP,OC,TR ¦ η A,B,D [1.5%] NU καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. 12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. 13 Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14 Ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὅσα§οσα f35 A [97%] CP,HF,RP,OC,TR ¦ α 𝕻66ℵD [3%] NU ¦ ο B ἐγὼ ἐντέλλομαι ὑμῖν.
15 »Οὐκέτι ὑμᾶς λέγω*υμας λεγω f35 D [99%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66ℵA,B [1%] NU δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν. 16 Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ·μενη rell ¦ μεινη [10%] ¦ μενει N [10%] ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώῃδωη f35 N [47%] HF ¦ δω A,B,D [50%] CP,RP,OC,TR,NU ¦ δωσει ℵ [0.5%] ¦ δωση [0.5%] ¦ δωει [1%] ¦ one other variant [1%] ὑμῖν. 17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
The world hates
18 »Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, ‹Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.› Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν§υμιν f35 A,N [98%] CP,HF,RP,OC,TR ¦ εις υμας 𝕻66B,D [2%] NU ¦ — ℵ διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22 Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον,*ειχον f35 A [99.5%] CP,HF,RP,OC,TR ¦ ειχοσαν 𝕻66ℵB,N [0.5%] NU ¦ ειχαν D νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. 24 Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν,πεποιηκεν f35 [95%] CP,HF,RP,OC,TR ¦ εποιησεν 𝕻66ℵA,B,D [5%] NU ἁμαρτίαν οὐκ εἶχον·ειχον f35 A [99%] CP,HF,RP,OC,TR ¦ ειχοσαν 𝕻66ℵB [1%] NU ¦ ειχαν D νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. 25 Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν§γεγραμμενος εν τω νομω αυτων f35 A [98%] CP,HF,RP,OC,TR ¦ ~ 23451 B,D [2%] NU ¦ ~ 2341 𝕻66v ¦ ~ 23 κοσμω 51 ℵ ὅτι ‹Ἐμίσησάν με δωρεάν.›
26 »Ὅταν δὲ*δε f35 A,D [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻22ℵB [0.5%] NU ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς Ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. 27 Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε.

*15:2 πλειονα καρπον f35 A,D [98%] CP,HF,RP,OC,TR ¦ ~ 21 B [2%] NU ¦ ~ 2 πλειω ℵ

15:4 μεινη f35 𝕻66A,D [99.5%] CP,HF,RP,OC,TR ¦ μενη ℵB [0.5%] NU

15:4 ουτως rell ¦ ουτος CP

§15:4 μεινητε f35 D [99.5%] CP,HF,RP,OC,TR ¦ μενητε ℵA,B [0.5%] NU ¦ μενων 𝕻66

*15:6 μεινη f35 [99%] CP,HF,RP,OC,TR ¦ μενη 𝕻66ℵA,B,D [1%] NU

15:6 το rell ¦ — D [20%] TR

15:7 αιτησεσθε f35 ℵ [85%] CP,HF,RP,TR ¦ αιτησασθε B [10%] OC,NU ¦ αιτησασθαι A,D [0.5%] ¦ αιτησεσθαι [4.5%]

§15:8 γενησεσθε f35 [96%] CP,HF,RP,OC,TR ¦ γενησθε B [3%] NU ¦ γενησεσθαι ℵA [0.5%] ¦ γενησθαι 𝕻66vD [0.5%]

*15:9 ηγαπησα υμας f35 𝕻66ℵA [98.5%] CP,HF,RP,OC,TR ¦ ~ 21 B,D [1.5%] NU

15:10 μένω rell ¦ μενῶ [25%]

15:11 μεινη f35 ℵ [98.5%] CP,HF,RP,OC,TR ¦ η A,B,D [1.5%] NU

§15:14 οσα f35 A [97%] CP,HF,RP,OC,TR ¦ α 𝕻66ℵD [3%] NU ¦ ο B

*15:15 υμας λεγω f35 D [99%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66ℵA,B [1%] NU

15:16 μενη rell ¦ μεινη [10%] ¦ μενει N [10%]

15:16 δωη f35 N [47%] HF ¦ δω A,B,D [50%] CP,RP,OC,TR,NU ¦ δωσει ℵ [0.5%] ¦ δωση [0.5%] ¦ δωει [1%] ¦ one other variant [1%]

§15:21 υμιν f35 A,N [98%] CP,HF,RP,OC,TR ¦ εις υμας 𝕻66B,D [2%] NU ¦ — ℵ

*15:22 ειχον f35 A [99.5%] CP,HF,RP,OC,TR ¦ ειχοσαν 𝕻66ℵB,N [0.5%] NU ¦ ειχαν D

15:24 πεποιηκεν f35 [95%] CP,HF,RP,OC,TR ¦ εποιησεν 𝕻66ℵA,B,D [5%] NU

15:24 ειχον f35 A [99%] CP,HF,RP,OC,TR ¦ ειχοσαν 𝕻66ℵB [1%] NU ¦ ειχαν D

§15:25 γεγραμμενος εν τω νομω αυτων f35 A [98%] CP,HF,RP,OC,TR ¦ ~ 23451 B,D [2%] NU ¦ ~ 2341 𝕻66v ¦ ~ 23 κοσμω 51 ℵ

*15:26 δε f35 A,D [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻22ℵB [0.5%] NU