7
The right attitude toward others
»Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται*μετρηθησεται rell ¦ αντιμετρηθησεται N [10%] TR ὑμῖν. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ‹Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸαπο f35 W [97%] RP,HF,OC,CP,TR ¦ εκ ℵB,N [3%] NU τοῦ ὀφθαλμοῦ σου,› καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου,την δοκον εκ του οφθαλμου σου f35 N,W [99.7%] RP,HF,OC,CP,TR ¦ ~ 345612 ℵB,Cv [0.3%] NU καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Analyze your audience
»Μὴ δῶτε§δωτε rell ¦ δοτε [5%] CP τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· μήποτε καταπατήσωσιν*καταπατησωσιν f35 ℵ [97%] RP,HF,OC,CP,TR ¦ καταπατησουσιν B,C,N,W [3%] NU αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Be persistent, yet considerate
»Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.υμιν rell ¦ ημιν OC Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰνεαν f35 N,W [97.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [0.5%] NU ¦ αν [2%] αἰτήσῃ§αιτηση f35 N,W [98.5%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB [1.5%] NU ¦ αιτησεις C ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 Καὶ*και f35 N,W [85%] RP,HF,OC,TR ¦ η 1 ℵB,C [15%] CP,NU ἐὰνεαν f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [3%] NU ἰχθὺν αἰτήσῃ,αιτηση f35 [97%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB,C,N,W [3%] NU μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; 12 Πάντα οὖν ὅσα ἂν§αν f35 B [98%] RP,HF,OC,CP,TR ¦ εαν ℵC,N,W [2%] NU θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος*ουτος rell ¦ ουτως [10%] CP γάρ ἐστιν ὁ Νόμος καὶ οἱ Προφῆται.
Eternal destiny
13 »Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. 14 Τίτι f35 C,N,W (99%) RP,HF,OC,CP,NU ¦ οτι ℵ,TR ¦ οτι δε B στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
A tree is known by its fruit
15 »Προσέχετε δὲδε f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB [1%] NU (N missing) ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν§σταφυλην f35 W [99%] RP,HF,OC,CP,TR ¦ σταφυλας ℵB [1%] NU ¦ σταφυληνας C ἢ ἀπὸ τριβόλων σῦκα; 17 Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19 Πᾶν οὖν*ουν f35 Cc [25%] ¦ — ℵB,Cv,W [75%] RP,HF,OC,CP,TR,NU δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 Ἄρα γε, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
We have to do the Father’s will
21 »Οὐ πᾶς ὁ λέγων μοι, ‹Κύριε, Κύριε,› εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐνεν f35 W [97%] RP,HF,OC,CP,TR ¦ 1 τοις ℵB,C [3%] NU οὐρανοῖς. 22 Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ‹Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν,προεφητευσαμεν f35 [98%] RP,HF,OC,CP,TR ¦ επροφητευσαμεν ℵB,C,W [2%] NU καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;› 23 Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι ‹Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.›
All face adversity—foundation determines outcome
24 »Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν§ομοιωσω αυτον f35 C,W [96%] RP,HF,OC,CP,TR ¦ ομοιωθησεται ℵB [4%] NU ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ*την οικιαν αυτου f35 [98%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,C,W [2%] NU ἐπὶ τὴν πέτραν. 25 Καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσονπροσεπεσον f35 [93%] RP,HF,OC,CP,TR ¦ προσεπεσαν B,C [6%] NU ¦ προσεπεσεν ℵ ¦ προσεκρουσαν W ¦ two other variants [1%] τῇ οἰκίᾳ ἐκείνῃ· καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦτην οικιαν αυτου f35 C [98%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,W [2%] NU ἐπὶ τὴν ἄμμον. 27 Καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.»
Editorial comment
28 Καὶ ἐγένετο ὅτε συνετέλεσεν§συνετελεσεν f35 [94%] RP,HF,OC,CP,TR ¦ ετελεσεν ℵB,C,W [6%] NU ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.*γραμματεις f35 C [95%] RP,HF,OC,CP,TR ¦ 1 αυτων ℵB,W [5%] NU

*7:2 μετρηθησεται rell ¦ αντιμετρηθησεται N [10%] TR

7:4 απο f35 W [97%] RP,HF,OC,CP,TR ¦ εκ ℵB,N [3%] NU

7:5 την δοκον εκ του οφθαλμου σου f35 N,W [99.7%] RP,HF,OC,CP,TR ¦ ~ 345612 ℵB,Cv [0.3%] NU

§7:6 δωτε rell ¦ δοτε [5%] CP

*7:6 καταπατησωσιν f35 ℵ [97%] RP,HF,OC,CP,TR ¦ καταπατησουσιν B,C,N,W [3%] NU

7:7 υμιν rell ¦ ημιν OC

7:9 εαν f35 N,W [97.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [0.5%] NU ¦ αν [2%]

§7:9 αιτηση f35 N,W [98.5%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB [1.5%] NU ¦ αιτησεις C

*7:10 και f35 N,W [85%] RP,HF,OC,TR ¦ η 1 ℵB,C [15%] CP,NU

7:10 εαν f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [3%] NU

7:10 αιτηση f35 [97%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB,C,N,W [3%] NU

§7:12 αν f35 B [98%] RP,HF,OC,CP,TR ¦ εαν ℵC,N,W [2%] NU

*7:12 ουτος rell ¦ ουτως [10%] CP

7:14 τι f35 C,N,W (99%) RP,HF,OC,CP,NU ¦ οτι ℵ,TR ¦ οτι δε B

7:15 δε f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB [1%] NU (N missing)

§7:16 σταφυλην f35 W [99%] RP,HF,OC,CP,TR ¦ σταφυλας ℵB [1%] NU ¦ σταφυληνας C

*7:19 ουν f35 Cc [25%] ¦ — ℵB,Cv,W [75%] RP,HF,OC,CP,TR,NU

7:21 εν f35 W [97%] RP,HF,OC,CP,TR ¦ 1 τοις ℵB,C [3%] NU

7:22 προεφητευσαμεν f35 [98%] RP,HF,OC,CP,TR ¦ επροφητευσαμεν ℵB,C,W [2%] NU

§7:24 ομοιωσω αυτον f35 C,W [96%] RP,HF,OC,CP,TR ¦ ομοιωθησεται ℵB [4%] NU

*7:24 την οικιαν αυτου f35 [98%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,C,W [2%] NU

7:25 προσεπεσον f35 [93%] RP,HF,OC,CP,TR ¦ προσεπεσαν B,C [6%] NU ¦ προσεπεσεν ℵ ¦ προσεκρουσαν W ¦ two other variants [1%]

7:26 την οικιαν αυτου f35 C [98%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,W [2%] NU

§7:28 συνετελεσεν f35 [94%] RP,HF,OC,CP,TR ¦ ετελεσεν ℵB,C,W [6%] NU

*7:29 γραμματεις f35 C [95%] RP,HF,OC,CP,TR ¦ 1 αυτων ℵB,W [5%] NU