Crucifixion Day—Friday, 04/05/30
27
Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι*πρεσβυτεροι f35 [20%] ¦ 1 του λαου ℵA,B,C,D,W [80%] RP,HF,OC,CP,TR,NU κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν.ωστε θανατωσαι αυτον rell ¦ ~ οπως 3 θανατωσωσιν CP Καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸναυτον f35 A,W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [5%] NU Ποντίῳ§ποντιω f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU Πιλάτῳ τῷ ἡγεμόνι.
The end of Judas—parenthetical
(Τότε ἰδὼν Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψεν*απεστρεψεν f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ εστρεψεν ℵB [0.5%] NU τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ τοῖςτοις f35 A,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [2%] NU πρεσβυτέροις λέγων, «Ἥμαρτον, παραδοὺς αἷμα ἀθῷον.» Οἱ δὲ εἶπον·ειπον rell ¦ ειπαν [0.5%] NU (also in verse 6 & 21) «Τί πρὸς ἡμᾶς; Σὺ ὄψει.»§οψει f35 [90%] RP,HF,OC,CP,TR ¦ οψη ℵA,B,C,W [10%] NU Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ*εν τω ναω f35 A,C,W (98.3%) RP,HF,OC,CP,TR ¦ εις τον ναον ℵB (1.3%) NU ¦ — (0.2%) ¦ two other variants ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, «Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.» Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις. Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου,τετιμημενου rell ¦ τετιμημημενου OC ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι Κύριος.»)
Jesus before Pilate
11 Ὁ δὲ Ἰησοῦς ἔστηεστη f35 A,W [99%] RP,HF,OC,CP,TR ¦ εσταθη ℵB,C [1%] NU ἔμπροσθεν τοῦ ἡγεμόνος. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, «Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ,§αυτω f35 A,B,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵ [1%] NU «Σὺ λέγεις.» 12 Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ*και f35 ℵB [30%] NU ¦ 1 των A,W [70%] RP,HF,OC,CP,TR πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. 13 Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος, «Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;» 14 Καὶ οὐκ ἀπεκρίθη αὐτῷ, πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
“We want Barabbas!”
15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳενα τω οχλω rell ¦ ~ 231 [5%] CP δέσμιον, ὃν ἤθελον. 16 Εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενονλεγομενον f35 ℵA,B,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 ιησουν [0.5%] [NU] [This one is really pitiful.] Βαραββᾶν. 17 Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος, «Τίνα θέλετε ἀπολύσω ὑμῖν,§υμιν f35 ℵA,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 τον B ¦ 1 ιησουν τον [0.5%] [NU] Βαραββᾶν*βαραββαν rell ¦ βαραβαν CP ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» 18 ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, «Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν.»
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, «Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;» Οἱ δὲ εἶπον,ειπον f35 A,D,W [98%] RP,HF,OC,CP,TR ¦ 1 τον ℵB [2%] NU «Βαραββᾶν.» 22 Λέγειλεγει rell ¦ 1 ουν CP αὐτοῖς ὁ Πιλᾶτος, «Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» Λέγουσιν αὐτῷ§αυτω f35 [92%] RP,HF,OC,CP,TR ¦ — ℵA,B,D,W [8%] NU πάντες, «Σταυρωθήτω.» 23 Ὁ δὲ ἡγεμὼν*ηγεμων f35 A(D)W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU ἔφη, «Τί γὰρ κακὸν ἐποίησεν;» Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, «Σταυρωθήτω.» 24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· «Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου.του δικαιου τουτου f35 ℵW [99%] RP,HF,OC,CP,TR ¦ ~ 312 A [0.5%] ¦ 3 B,D [0.5%] NU Ὑμεῖς ὄψεσθε.» 25 Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, «Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» 26 Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
Soldiers make fun of Jesus
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 Καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην.περιεθηκαν αυτω χλαμυδα κοκκινην f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 3412 ℵB(D) [1%] NU 29 Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν§την κεφαλην f35 A,D,N,W [99%] RP,HF,OC,CP,TR ¦ της κεφαλης ℵB [1%] NU ¦ one other variant αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν*επι την δεξιαν f35 W [95%] RP,HF,OC,CP,TR ¦ εν τη δεξια ℵA,B,D,N [5%] NU αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζονενεπαιζον f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ενεπαιξαν ℵB,D [1%] NU αὐτῷ λέγοντες, «Χαῖρε, ὁ Βασιλεὺςο βασιλευς f35 ℵA,N,W [97%] RP,HF,OC,CP,TR ¦ βασιλευ B,D [3%] NU τῶν Ἰουδαίων.» 30 Καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ· καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
The Crucifixion
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ §ο f35 ℵB,D,N,W [95%] RP,HF,OC,CP,NU ¦ ος A [5%] TR ἐστιν λεγόμενον Κρανίου Τόπος,*λεγομενον κρανιου τοπος f35 N,W [30%] ¦ λεγομενος 23 A [67%] RP,HF,OC,CP,TR ¦ ~ 23 λεγομενος ℵB [2%] NU ¦ 23 D [1%] 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξοςοξος f35 A,N,W [96%] RP,HF,OC,CP,TR ¦ οινον ℵB,D [4%] NU μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελενηθελεν f35 A,W [97%] RP,HF,OC,CP,TR ¦ ηθελησεν ℵB,D [3%] NU πιεῖν. 35 Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες§βαλοντες f35 ℵA,D [25%] OC,CP ¦ βαλλοντες f35pt B,W [75%] RP,HF,TR,NU κλῆρον.*κληρον rell ¦ 1 ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον [5%] TR 36 Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ,θεου f35 B,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 και ℵA,D [0.5%] [NU] κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» 41 Ὁμοίως δὲ καὶδε και f35 D [95%] RP,HF,OC,CP,TR ¦ 2 B [3%] NU ¦ — ℵA,W [2%] οἱ ἀρχιερεῖς, ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων,§και φαρισαιων f35 (D)(W) [90%] RP,HF,OC,CP ¦ — (ℵ)A,B [10%] TR,NU ἔλεγον· 42 «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ*ει f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομενπιστευσομεν rell ¦ πιστευσωμεν ℵW [10%] OC ¦ πιστευομεν A [0.5%] ἐπ᾿ αὐτῷ.επ αυτω f35 W [90%] RP,HF,OC,CP ¦ 2 A,D [8%] TR ¦ 1 αυτον ℵB [1.5%] NU ¦ εις αυτον [0.5%] 43 Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν αὐτόν,§αυτον f35 A,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι ‹Θεοῦ εἰμι Υἱός.› » 44 Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ*αυτω f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ συν 1 ℵB,D [0.5%] NU ὠνείδιζον αὐτόν.αυτον rell ¦ αυτω [5%] TR
Jesus takes the ‘wages’ for our sin
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.ενατης rell ¦ εννατης [10%] TR (twice) 46 Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, «Ἠλί, Ἠλί, λιμὰ§λιμὰ f35 A [90%] RP,HF [λιμά CP, λιμᾶ OC] ¦ λειμα [8%] ¦ λεμα ℵB [0.5%] NU ¦ λαμα D [1.5%] TR ¦ μα W σαβαχθανί;» τοῦτ᾿ ἔστιν, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» 47 Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων*εστωτων f35 A,D [99%] RP,HF,OC,CP,TR ¦ εστηκοτων ℵB,C(W) [1%] NU ἀκούσαντες ἔλεγον ὅτι «Ἠλίαν φωνεῖ οὗτος.» 48 Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν· 49 οἱ δὲ λοιποὶ ἔλεγον, «Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.»
The shout of victory
50 Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω,εις δυο απο ανωθεν εως κατω f35 A(D)W [98%] RP,HF,OC,CP,TR ¦ 12456 ℵ [1%] ¦ ~ απ 45612 B,C [1%] NU καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν. (Καὶ πολλὰ σώματα, τῶν κεκοιμημένων ἁγίων, ἠγέρθη·ηγερθη f35 A,C,W [96%] RP,HF,OC,CP,TR ¦ ηγερθησαν ℵB,D [4%] NU 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.) 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.»
55 Ἦσαν δὲ ἐκεῖ καὶ§εκει και f35 [35%] OC ¦ κακει ℵ ¦ 1 A,B,C,W [65%] RP,HF,CP,TR,NU ¦ 2 D ¦ two other variants γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ*ιωση μητηρ και η μητηρ f35 A,B,C [99.5%] RP,HF,OC,CP,TR ¦ ιωσηφ 2345 D,W [0.5%] NU ¦ η μαρια η ιωσηφ και η μαρια η ℵ τῶν υἱῶν Ζεβεδαίου.
The burial
57 Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσενεμαθητευσεν f35 A,B,W [98%] RP,HF,OC,CP,TR ¦ εμαθητευθη ℵC,D [1.5%] NU ¦ two other variants τῷ Ἰησοῦ. 58 Οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.το σωμα f35 A,C,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [1.5%] NU 59 Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ§αυτο f35 ℵA,C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 εν B,D [1%] NU σινδόνι καθαρᾷ 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ. Καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 Ἦν δὲ ἐκεῖ Μαρία*μαρια f35 A,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ μαριαμ ℵB,C [1.5%] NU ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
The tomb is guarded
62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· «Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν, ἔτι ζῶν, ‹Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.› 64 Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸννυκτος κλεψωσιν αυτον f35 [87%] RP,HF,OC,CP,TR ¦ ~ 231 [3%] ¦ 23 (ℵ)A,B,C,D,W [10%] NU καὶ εἴπωσιν τῷ λαῷ ὅτι,οτι f35 [25%] ¦ — ℵA,B,C,D,W [75%] RP,HF,OC,CP,TR,NU ‹Ἠγέρθη ἀπὸ τῶν νεκρῶν,› καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.» 65 Ἔφη δὲ§δε f35 ℵA,C,D,W [65%] RP,HF,CP,TR ¦ — B [35%] OC,NU αὐτοῖς ὁ Πιλᾶτος, «Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.» 66 Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.

*27:1 πρεσβυτεροι f35 [20%] ¦ 1 του λαου ℵA,B,C,D,W [80%] RP,HF,OC,CP,TR,NU

27:1 ωστε θανατωσαι αυτον rell ¦ ~ οπως 3 θανατωσωσιν CP

27:2 αυτον f35 A,W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [5%] NU

§27:2 ποντιω f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU

*27:3 απεστρεψεν f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ εστρεψεν ℵB [0.5%] NU

27:3 τοις f35 A,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [2%] NU

27:4 ειπον rell ¦ ειπαν [0.5%] NU (also in verse 6 & 21)

§27:4 οψει f35 [90%] RP,HF,OC,CP,TR ¦ οψη ℵA,B,C,W [10%] NU

*27:5 εν τω ναω f35 A,C,W (98.3%) RP,HF,OC,CP,TR ¦ εις τον ναον ℵB (1.3%) NU ¦ — (0.2%) ¦ two other variants

27:9 τετιμημενου rell ¦ τετιμημημενου OC

27:11 εστη f35 A,W [99%] RP,HF,OC,CP,TR ¦ εσταθη ℵB,C [1%] NU

§27:11 αυτω f35 A,B,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵ [1%] NU

*27:12 και f35 ℵB [30%] NU ¦ 1 των A,W [70%] RP,HF,OC,CP,TR

27:15 ενα τω οχλω rell ¦ ~ 231 [5%] CP

27:16 λεγομενον f35 ℵA,B,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 ιησουν [0.5%] [NU] [This one is really pitiful.]

§27:17 υμιν f35 ℵA,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 τον B ¦ 1 ιησουν τον [0.5%] [NU]

*27:17 βαραββαν rell ¦ βαραβαν CP

27:21 ειπον f35 A,D,W [98%] RP,HF,OC,CP,TR ¦ 1 τον ℵB [2%] NU

27:22 λεγει rell ¦ 1 ουν CP

§27:22 αυτω f35 [92%] RP,HF,OC,CP,TR ¦ — ℵA,B,D,W [8%] NU

*27:23 ηγεμων f35 A(D)W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU

27:24 του δικαιου τουτου f35 ℵW [99%] RP,HF,OC,CP,TR ¦ ~ 312 A [0.5%] ¦ 3 B,D [0.5%] NU

27:28 περιεθηκαν αυτω χλαμυδα κοκκινην f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 3412 ℵB(D) [1%] NU

§27:29 την κεφαλην f35 A,D,N,W [99%] RP,HF,OC,CP,TR ¦ της κεφαλης ℵB [1%] NU ¦ one other variant

*27:29 επι την δεξιαν f35 W [95%] RP,HF,OC,CP,TR ¦ εν τη δεξια ℵA,B,D,N [5%] NU

27:29 ενεπαιζον f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ενεπαιξαν ℵB,D [1%] NU

27:29 ο βασιλευς f35 ℵA,N,W [97%] RP,HF,OC,CP,TR ¦ βασιλευ B,D [3%] NU

§27:33 ο f35 ℵB,D,N,W [95%] RP,HF,OC,CP,NU ¦ ος A [5%] TR

*27:33 λεγομενον κρανιου τοπος f35 N,W [30%] ¦ λεγομενος 23 A [67%] RP,HF,OC,CP,TR ¦ ~ 23 λεγομενος ℵB [2%] NU ¦ 23 D [1%]

27:34 οξος f35 A,N,W [96%] RP,HF,OC,CP,TR ¦ οινον ℵB,D [4%] NU

27:34 ηθελεν f35 A,W [97%] RP,HF,OC,CP,TR ¦ ηθελησεν ℵB,D [3%] NU

§27:35 βαλοντες f35 ℵA,D [25%] OC,CP ¦ βαλλοντες f35pt B,W [75%] RP,HF,TR,NU

*27:35 κληρον rell ¦ 1 ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον [5%] TR

27:40 θεου f35 B,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 και ℵA,D [0.5%] [NU]

27:41 δε και f35 D [95%] RP,HF,OC,CP,TR ¦ 2 B [3%] NU ¦ — ℵA,W [2%]

§27:41 και φαρισαιων f35 (D)(W) [90%] RP,HF,OC,CP ¦ — (ℵ)A,B [10%] TR,NU

*27:42 ει f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU

27:42 πιστευσομεν rell ¦ πιστευσωμεν ℵW [10%] OC ¦ πιστευομεν A [0.5%]

27:42 επ αυτω f35 W [90%] RP,HF,OC,CP ¦ 2 A,D [8%] TR ¦ 1 αυτον ℵB [1.5%] NU ¦ εις αυτον [0.5%]

§27:43 αυτον f35 A,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU

*27:44 αυτω f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ συν 1 ℵB,D [0.5%] NU

27:44 αυτον rell ¦ αυτω [5%] TR

27:45 ενατης rell ¦ εννατης [10%] TR (twice)

§27:46 λιμὰ f35 A [90%] RP,HF [λιμά CP, λιμᾶ OC] ¦ λειμα [8%] ¦ λεμα ℵB [0.5%] NU ¦ λαμα D [1.5%] TR ¦ μα W

*27:47 εστωτων f35 A,D [99%] RP,HF,OC,CP,TR ¦ εστηκοτων ℵB,C(W) [1%] NU

27:51 εις δυο απο ανωθεν εως κατω f35 A(D)W [98%] RP,HF,OC,CP,TR ¦ 12456 ℵ [1%] ¦ ~ απ 45612 B,C [1%] NU

27:52 ηγερθη f35 A,C,W [96%] RP,HF,OC,CP,TR ¦ ηγερθησαν ℵB,D [4%] NU

§27:55 εκει και f35 [35%] OC ¦ κακει ℵ ¦ 1 A,B,C,W [65%] RP,HF,CP,TR,NU ¦ 2 D ¦ two other variants

*27:56 ιωση μητηρ και η μητηρ f35 A,B,C [99.5%] RP,HF,OC,CP,TR ¦ ιωσηφ 2345 D,W [0.5%] NU ¦ η μαρια η ιωσηφ και η μαρια η ℵ

27:57 εμαθητευσεν f35 A,B,W [98%] RP,HF,OC,CP,TR ¦ εμαθητευθη ℵC,D [1.5%] NU ¦ two other variants

27:58 το σωμα f35 A,C,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [1.5%] NU

§27:59 αυτο f35 ℵA,C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 εν B,D [1%] NU

*27:61 μαρια f35 A,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ μαριαμ ℵB,C [1.5%] NU

27:64 νυκτος κλεψωσιν αυτον f35 [87%] RP,HF,OC,CP,TR ¦ ~ 231 [3%] ¦ 23 (ℵ)A,B,C,D,W [10%] NU

27:64 οτι f35 [25%] ¦ — ℵA,B,C,D,W [75%] RP,HF,OC,CP,TR,NU

§27:65 δε f35 ℵA,C,D,W [65%] RP,HF,CP,TR ¦ — B [35%] OC,NU