Israel
9
Ἀλήθειαν λέγω ἐν Χριστῷ—οὐ ψεύδομαι· συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ— ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος*αδιαλειπτος rell ¦ αδιαληπτος [15%] ¦ three further spellings 𝕻46 ὀδύνη τῇ καρδίᾳ μου. Εὐχόμηνευχομην f35 [78%] RP,HF,CP ¦ ηυχομην 𝕻46ℵA,B,C [22%] OC,TR,NU (Alternate spellings of the Imperfect = same meaning.) γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναιαυτος εγω αναθεμα ειναι f35 C [98%] OC,RP,HF,TR,CP ¦ ~ 3412 𝕻46A,B [2%] NU ¦ ~ 4312 ℵ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται· ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστός (τὸ κατὰ σάρκα), ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Children of promise
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδ᾿ ὅτι εἰσὶν σπέρμα Ἁβραάμ, πάντες τέκνα· ἀλλ᾿, «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Τοῦτ᾿ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· «Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.»
10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν 11 (μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν,§κακον f35 𝕻46 [97%] OC,RP,HF,TR,CP ¦ φαυλον ℵA,B [3%] NU ἵνα ἡ κατ᾿ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ*προθεσις του θεου f35 𝕻46ℵA,B [98%] RP,HF,CP,NU ¦ ~ 231 [2%] OC,TR μένῃ, οὐκ ἐξ ἔργων ἀλλ᾿ ἐκ τοῦ καλοῦντος), 12 ἐρρέθηερρεθη f35 𝕻46ℵA,B [55%] OC,HF,CP,NU ¦ ερρηθη [45%] RP,TR (Alternate spellings = same meaning.) αὐτῇ ὅτι «Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» 13 Καθὼς γέγραπται· «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦἡσαυ f35 [25%] ¦ ἠσαυ [75%] OC,RP,HF,TR,CP,NU (ℵA,B,C are presumably ambiguous.) ἐμίσησα.»
It is pointless to fight God’s Sovereignty!
14 Τί οὖν ἐροῦμεν, μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15 Τῷ γὰρ Μωϋσῇ§γαρ μωυση f35 A [98%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵB [2%] NU,*μωυση f35 [81%] OC,RP,HF ¦ μωυσει 𝕻46ℵ [16%] CP,NU ¦ μωση A,B [1%] TR ¦ μωσει [2%] λέγει· «Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσωοικτειρησω rell ¦ οικτιρησω ℵ [1%] NU ¦ three further spellings [2%] ὃν ἂν οἰκτείρω.»οικτειρω rell ¦ οικτιρω ℵ,NU ¦ two further spellings [1%] 16 Ἄρα οὖν, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος§ελεουντος f35 [96%] OC,RP,HF,TR,CP ¦ ελεωντος 𝕻46ℵA,B [2%] NU ¦ three other variants [2%] Θεοῦ. 17 Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ ὅτι «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι*ενδειξωμαι rell ¦ ενδειξομαι [10%] ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇδιαγγελη rell ¦ διαγγελει [15%] ¦ three further spellings τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» 18 Ἄρα οὖν, ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
19 Ἐρεῖς οὖν μοι,ουν μοι f35 [91%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [9%] NU «Τί§τι f35 ℵA [99%] OC,RP,HF,TR,CP ¦ 1 ουν 𝕻46B [1%] [NU] ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;» 20 Μενοῦνγε, ὦ ἄνθρωπε,*μενουνγε ω ανθρωπε f35 [98%] OC,RP,HF,TR,CP ¦ ~ 231 ℵA [1%] NU ¦ 23 𝕻46 [1%] ¦ ~ 23 μενουν B σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, «Τί με ἐποίησας οὕτως;» 21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
22 Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23 καὶ ἵνα γνωρίσῃγνωριση rell ¦ γνωρισει [14%] ¦ four further spellings τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 Ὡς καὶ ἐν τῷ Ὠσηὲὠσηε f35 [89%] TR ¦ ὡσηε [5%] OC,RP,HF,CP,NU ¦ ωσιε [6%] λέγει· «Καλέσω τὸν οὐ ‹λαόν μου› λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ‹ἠγαπημένην.› » 26 «Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη§ερρεθη f35 [47%] OC,HF,CP,NU ¦ ερρηθη ℵA,B,C [50%] RP,TR ¦ ερηθη [3%] αὐτοῖς, ‹Οὐ λαός μου ὑμεῖς,› ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.» 27 Ἡσαΐας*ἡσαιας f35 [95%] OC,TR,CP ¦ ἠσαιας [5%] RP,HF,NU (This statement obtains for all subsequent occurrences of the name.) δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμακαταλειμμα f35 (𝕻46) (98%) OC,RP,HF,TR,CP ¦ υπολειμμα (ℵ)A(B) (1%) NU ¦ εγκαταλειμμα (1%) σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένονεν δικαιοσυνη οτι λογον συντετμημενον f35 (95.6%) OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B (2.7%) NU ¦ three other variants (1.7%) ποιήσει Κύριος ἐπὶ τῆς γῆς.» 29 Καὶ§και rell ¦ — [1%] CP καθὼς προείρηκεν Ἡσαΐας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν*εγκατελιπεν rell ¦ εγκατελειπεν (𝕻46)A [14%] ¦ one other variant ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.»ωμοιωθημεν rell ¦ ομοιωθημεν 𝕻46A [14%]
Their present condition
30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη, τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνηςδικαιοσυνης f35 [95%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [5%] NU οὐκ ἔφθασεν. 32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου.§νομου f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU Προσέκοψαν γὰρ*γαρ f35 [98%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B [2%] NU τῷ λίθῳ τοῦ προσκόμματος· 33 καθὼς γέγραπται· «Ἰδοὺιδου rell ¦ 1 εγω CP τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶςπας f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.»

*9:2 αδιαλειπτος rell ¦ αδιαληπτος [15%] ¦ three further spellings 𝕻46

9:3 ευχομην f35 [78%] RP,HF,CP ¦ ηυχομην 𝕻46ℵA,B,C [22%] OC,TR,NU (Alternate spellings of the Imperfect = same meaning.)

9:3 αυτος εγω αναθεμα ειναι f35 C [98%] OC,RP,HF,TR,CP ¦ ~ 3412 𝕻46A,B [2%] NU ¦ ~ 4312 ℵ

§9:11 κακον f35 𝕻46 [97%] OC,RP,HF,TR,CP ¦ φαυλον ℵA,B [3%] NU

*9:11 προθεσις του θεου f35 𝕻46ℵA,B [98%] RP,HF,CP,NU ¦ ~ 231 [2%] OC,TR

9:12 ερρεθη f35 𝕻46ℵA,B [55%] OC,HF,CP,NU ¦ ερρηθη [45%] RP,TR (Alternate spellings = same meaning.)

9:13 ἡσαυ f35 [25%] ¦ ἠσαυ [75%] OC,RP,HF,TR,CP,NU (ℵA,B,C are presumably ambiguous.)

§9:15 γαρ μωυση f35 A [98%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵB [2%] NU

*9:15 μωυση f35 [81%] OC,RP,HF ¦ μωυσει 𝕻46ℵ [16%] CP,NU ¦ μωση A,B [1%] TR ¦ μωσει [2%]

9:15 οικτειρησω rell ¦ οικτιρησω ℵ [1%] NU ¦ three further spellings [2%]

9:15 οικτειρω rell ¦ οικτιρω ℵ,NU ¦ two further spellings [1%]

§9:16 ελεουντος f35 [96%] OC,RP,HF,TR,CP ¦ ελεωντος 𝕻46ℵA,B [2%] NU ¦ three other variants [2%]

*9:17 ενδειξωμαι rell ¦ ενδειξομαι [10%]

9:17 διαγγελη rell ¦ διαγγελει [15%] ¦ three further spellings

9:19 ουν μοι f35 [91%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [9%] NU

§9:19 τι f35 ℵA [99%] OC,RP,HF,TR,CP ¦ 1 ουν 𝕻46B [1%] [NU]

*9:20 μενουνγε ω ανθρωπε f35 [98%] OC,RP,HF,TR,CP ¦ ~ 231 ℵA [1%] NU ¦ 23 𝕻46 [1%] ¦ ~ 23 μενουν B

9:23 γνωριση rell ¦ γνωρισει [14%] ¦ four further spellings

9:25 ὠσηε f35 [89%] TR ¦ ὡσηε [5%] OC,RP,HF,CP,NU ¦ ωσιε [6%]

§9:26 ερρεθη f35 [47%] OC,HF,CP,NU ¦ ερρηθη ℵA,B,C [50%] RP,TR ¦ ερηθη [3%]

*9:27 ἡσαιας f35 [95%] OC,TR,CP ¦ ἠσαιας [5%] RP,HF,NU (This statement obtains for all subsequent occurrences of the name.)

9:27 καταλειμμα f35 (𝕻46) (98%) OC,RP,HF,TR,CP ¦ υπολειμμα (ℵ)A(B) (1%) NU ¦ εγκαταλειμμα (1%)

9:28 εν δικαιοσυνη οτι λογον συντετμημενον f35 (95.6%) OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B (2.7%) NU ¦ three other variants (1.7%)

§9:29 και rell ¦ — [1%] CP

*9:29 εγκατελιπεν rell ¦ εγκατελειπεν (𝕻46)A [14%] ¦ one other variant

9:29 ωμοιωθημεν rell ¦ ομοιωθημεν 𝕻46A [14%]

9:31 δικαιοσυνης f35 [95%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [5%] NU

§9:32 νομου f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU

*9:32 γαρ f35 [98%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B [2%] NU

9:33 ιδου rell ¦ 1 εγω CP

9:33 πας f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU